Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

SB XII 10942 TM Nr. 16088

Pachtvertrag über (mindestens) vier Landparzellen zu unterschiedlichen Bedingungen

Oxyrhynchites 4 v.Chr., 30. Okt.
Material Papyrus
Übersetzungen
verbergenanzeigen
Englisch:
  • J.C. Shelton, TAPhA 101, 1970, S. 495-496
Inhalt Vertrag, Pacht, Land, Parzellen, Fest
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣ε̣ν̣  ̣  ̣  ̣  ̣η̣νδ  ̣[  ̣  ̣  ̣  ̣  ̣] ξυλαμήσει ἀρ[ά]κ̣[ῳ]
ἐκφορ̣ίο̣υ̣ [τ]ῆς κριθῇ καὶ ἀράκου(*) ἀνὰ πυροῦ ἀρτάβας δύο ,
πάσας δὲ̣ ἐγ(*) γεομετρίας(*) ἐξ ὀρθογωνίου· τὴν δὲ διώ-
ρυγα ξυλαμήσει χόρτου(*) ἐφʼ ἡμισέᾳ(*) ὥστʼ ἔχειν ἑκάτερον
5ἐξ ἴσου τὸ ἥμισυ · ὁ δὲ Δημήτριος ἕξει τὸ αὐτοῦ ἥμισυ
κε̣κο̣μ̣μ̣ένον ὑπὸ τοῦ Θοώνιος τοῖς ἑαυτοῦ ἀνηλώμασι(ν)·
τὰς δὲ πρότερον Νεοπτολέμου ἀρούρας ἓξ χερσοκο-
πήσει ὁ μ̣ε̣μισθωμένος ἐφʼ ᾧ ὁ Δημήτριος παρέξεται
αὐτῷ μετὰ τὴν κατασπορὰν ταυρικὸν ζεῦγος μέχρι
10τοῦ χε[ρσ]ο̣κοπηθῆναι ταύτας χωρὶς μισθοῦ. ἀκίνδυ-
να τὰ ἐ̣[κφ]όρια παντὸς κινδύνου. ὁμολογε͂(*) δὲ ὁ Δημή-
τριο̣ς ἔχ[ε]ιν παρὰ τοῦ Θοώνιος τειμὴν(*) πυροῦ ἀρταβῶν
ὀκτὼ ε[ἰ]ς λόγον κυπηροτομίας, ἃς παραδέξεται αὐ-
τῷ ἀπὸ τῶν ἐκφορίων. δώσει δὲ ὁ Θοώνιος τῶι
15Δημη[τ]ρ̣ίωι ὁπόταν αἱρῆται ὁ Δημήτριος ἐν τῷ Παχὼ(ν)
ἱστιατ[ορ]ί̣α̣ν(*) εἰς Παγκῦλ̣ιν τὴν μικράν. ἐὰν δὲ πρα-
χθῆι ὁ μ̣εμισθωμέ[νο]ς̣ εἰς τὸ δημόσιον ἢ [ε]ἰ̣ς ἄλλο τι
κα̣θ̣ʼ ὁν̣τ̣ι̣ν̣οῦν τρ̣ό̣π̣ο̣ν̣ [ὑπ]ὲρ τοῦ Δημητρίου̣ [ἢ τῆ]ς γῆς̣
ὑπολογ̣είτω ἀπὸ τ[ῶν] ἐ̣κ̣φορίων. τῶν δὲ κ̣[α]ρ̣πῶν
20πάντ̣ω̣[ν κ]υ̣ρ̣ι̣ευέτω ὁ Δημήτριος καὶ οἱ παρʼ αὐτοῦ
ἕως τὰ α̣ὐ̣τοῦ κομίσηται καὶ βεβαιούτω αὐτῷ τὴν
μίσθ̣[ωσι]ν̣ πάσῃ βεβαιώσει· βεβαιουμένης δʼ αὐτῆς
ἀποδ[ότω] τῶι Δημητρίῳ τὰ ἐκφόρια ἐν τῷ Παῦνι ε̣ἰ̣ς
τὸ ἰσ[ιὸν](*) ἔτος ἐπὶ τῶν περὶ τὸ Δείλου ἐποίκιον
25ἅλω̣ν̣ π̣υ̣ρ̣ὸν νέον καθαρὸν ἄδαλον(*) ἄκριθον μέτρῳ
τετρα̣χ̣ο̣ινίκῳ τῷ τοῦ Θοώνιος ἢ ἀποτεισάτω
τειμ[ὴν](*) ἑκαστάβης(*) ἧς ἐὰν πὴ(*) ἀ̣ποδῷ χαλκοῦ δραχμὰ(ς)
τετρ[α]κ̣ισχειλίας(*) · ἧς δʼ ἐὰν καταλίπῃ εἰς ἄσπορον
τὸ ἐκφ̣ό̣ριον διπλοῦν· τοῦ δʼ ἐνκαταλιπεῖν τὴν γεωργία(ν)
30χωρὶ[ς τ]ῶν προκειμένων ἐπίτειμον(*) ἀργυρίου δραχ(μὰς)
διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἡ δὲ πρᾶξις ἔστ(ω)
τῷ Δημ̣η̣τρίῳ ἐκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν
ὑπαρχ[ό]ντων αὐτοῦ πάντων καθάπερ ἐγ(*) δίκης. τὰς
δὲ τῆς κριθῆς ἀρούρας μισθώσεται ὁ Θοώνιος εἰς τὸ
35εἰσιὸν ἔτος καὶ τελέσει τούτων ἐκφόριον ἑκάστης ἀρο(ύρης)
πυροῦ ἀρτάβας πέν[τ]ε . κυρία ἡ μίσθωσις.
——
(ἔτους) κζ Καίσαρος, Ἁθὺρ γ̣.
(hand 2) Δημήτριος Θέωνος μεμίσθωκα κὲ(*) ἔχωι(*)
τὴν τιμὴν τῶν τοῦ πυροῦ ἀρταβῶν ὀκτώ , ἃς
40καὶ παραδέξομαι ἐκ τῶν ἐκφορίων καθὼς
πρόκειται. (ἔτους) κζ Καίσαρος, Ἁθὺρ γ̣
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar