Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

SB VI 9109 TM Nr. 14109

Verkauf von Weinland

Tebtynis (Arsinoites) vor 31, 28. Aug.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 254
Übersetzungen
verbergenanzeigen
Englisch:
  • E.M. Husselman, TAPhA 81, 1950, S. 71-72
Inhalt Vertrag, Kauf, Land, Weingarten
Erwähnte Daten
  • Z. 18: 28. Aug. 31
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
τ[ὸν] Κρονίωνα παρὰ τοῦ Σωκράτους τὸ ἑσταμένον ὑπὲρ τῶν πρ[ο]κιμένων ἀρουρῶν δύο ἀργυρικὸν παραχωρητικὸν
πᾶν κεφάλλαιον(*) καὶ βεβαιώσιν(*) αὐτόν τε Κρονίωνα καὶ τοὺς παρʼ ἀουτοῦ(*) τῶι Σωκράτῃ καὶ τοῖς παρʼ ἀουτοῦ(*) τὰ κατὰ τὴν
παραχώρησιν ταύτην πάσῃ βεβαιώσι(*) ἀπὸ μὲν δημοσίων ὀφιλημάτων(*) πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παν-
τὸς εἴδους τῶν ἐκ τῶν ἐπάνωι(*) χρόνων μέχρι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος
5[ἑ]πτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνπυήσεως(*) ἐπὶ τὸν ἅπαντα χρό-
νον, καὶ μήτε προπεπραμένας μηδὲ μέρους μηδὲ ὑποτεθιμένας(*) μηδὲ ἐξηλλυτριωμένας(*) τρόπωι μηθενεί(*).
ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παρασυνγραφῇ Κρονίων, ἣν μὲν ἐὰν πυήσηται(*) τοῦ παρʼ ἀουτοῦ(*) περὶ τούτων ἔφοδον
[ἢ] ἔνκλησιν ἢ ἐμπωησιν(*) ἢ κώλυσιν ἢ κακοτέχνησιν κατὰ πᾶν μέρος ἄκυρος ἔστω καὶ προσαποτισάτωι(*) τῶι Σωκράτῃ τά τε βλάβη
καὶ δαπανημασι(*) διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ τὸ δημόσιον τὰς εἴσας(*). καὶ μηδὲν ἧσον(*) ἐπάναγ-
10κον δὲ ἀναδώσι(*) ὁ Κρονίων τῶι Σωκράτῃ τὰ σύμβολα καὶ τὰς εἰς αὐτὸν οἰκονομίας. ἡ συνγραφὴ κυρία ἔστω π̣α̣ν̣(ταχῇ).
(hand 2) Κρονίων Ζωίλου ὁμολογῶι(*) πεπρακέναι τῶι ὁμοπατρίῳ καὶ ὁμομητρίῳ μου ἀδελφῶι Σωκράτῃ τὰς ὑπαρχούσας μοι περὶ Φνεβίη κάτω τῆς Πολέ-
μονος μερίδος χέρσου ἀμπελίτιδος ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι, ὧν γίτονες(*) νότου πρότερον Σαραπίωνος νυνεὶ(*) δὲ Τρύφωνος τοῦ Πτολεμαίου
γυμνασιάρχου ἀμπελών, βορρᾶ ὑδραγωγὸς διʼ οὗ ποτίζονται αἱ σημαινόμεναι ἄρουραι δύο , λιβὸς χέρσος ἀμπελῖτις, ἀπηλιώτου ὁδὸς βασιλική.
καὶ ἀπέχω παρὰ τοῦ Σωκράτου τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει
15ἀπὸ μὲνν(*) δημοσίων ὀφειλημάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἑπτακαιδεκάτου
ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ αὐτοῦ τοῦ ἑπτακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν
ἅπαντα χρόνον. καὶ ἀναδώσω τῷ Σωκράτῃ τὰ σύμβολα καὶ τὰ εἴς με οἰκονομίας καθὼς πρόκιται. (hand 3) Σωκράτης Ζωίλου γέγονε εἴς με ἡ πρᾶσις
καθὼς πρόκειται. (hand 1) ἐτου(*) ἑπτακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσωρὴ ἐπαγομένων ε ἀναγέγραπται διὰ Κρο-
νίωνος τοῦ πρὸς τῷ γραφίῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους τῆς Πολέμονο(ς) μερίδος.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar