Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Mich. X 587 TM Nr. 12274

Παραμονή Contract

Tebtynis (Arsinoites) 24 - 25
Material Papyrus
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Keenan, Law and Legal Practice (2014), 5.5.2 (S. 269-271)
Inhalt Vertrag, Arbeit, Paramone, Tochter, Darlehen, Geld, statt Zinsen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1Traces
Π̣α̣[βελλ]ηοῦς̣ Ὀ[νν]ώφ̣[ρ]ι̣[ος] Π[έρσης τῆ]ς ἐ̣π̣[ιγο]ν[ῆς]
ὡς ἐτῶν τεσσαρά̣κοντα οὐληι(*) μετόπωι(*) ἐξ ἀρισ-
τερῶν Ἁρμιύσ̣ι Ὀννώφριος ὡς ἐτῶν εἴκοσι ἓξ
5οὐληι(*) γαστροκνημίᾳ ἀριστερᾷ ἔχιν(*) παρʼ αὐτοῦ
παραχρῆμα διὰ χιρὸς(*) ἐξ οἴκου ἀργυρίου ἐπισήμου
δραχμὰς τεσσαράκοντα ὀκτὼι(*) , καὶ ἀντὶ τῶν τού-
των τόκων καὶ δεόντων καὶ ἱ̣ματισμοῦ παρ-
έξεσθαι τὸν ὁμολογοῦντα τὴν ἑαυτοῦ θυγατέραν(*)
10Κολλεῦθιν παραμενουσα(*) τῶι Ἁρμιύσει καὶ τοῖς
παρʼ αὐτοῦ ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκιμένου
χρόνου διατρίβ[ου]σαν καὶ ποιοῦσαν τὰ ἐπιστε̣λόμενα(*)
αὐτῆι̣ πάντ̣α̣, [οὐ] γεινομενηι(*) ἀποκοιτος(*) οὐδʼ ἀφη-
μ[ερ]ος(*) ἀπὸ τῆς τοῦ Ἁρμιύσιος οἰκίας ἄνευ τῆς
15αὐτοῦ γνόμης̣(*), ἀλλὰ καὶ συνακ[λ]ουθουσα(*) αὐτῶι
πα̣ν̣ταχῆι κατ̣ʼ [Α]ἴγυπτον, καὶ μὴ ἐξέστωι(*) αὐτῶι
Παβελληοῦ ἐν̣[τ]ὸς τοῦ χρόνου ἀποσπάσαι τὴν θυ-
γατέραν, ἐὰν δὲ ἀπ̣οσπάσηι ἢ καὶ αὐτηι(*) ἑκοῦσα
ἀπαλλαγῆι ἢ ἄλλ[ως] παραβῶσί τι τῶν προγεγραμμέν(ων)
20ἢ α̣  ̣η̣  ̣  ̣  ̣  ̣ου[σ]α̣ ἢ κ̣α̣τ̣αβλ̣α̣πτουσι(*) ἢ νοσφιζενος(*)
ἁλίσκηται̣ τῶν̣ [Ἁ]ρμιύσιος ἢ τῶν παρʼ αὐτοῦ, ἢ λα-
βοῦσά τι φυλάσσ[ει]ν̣ μὴ παράσχηται σῶον, ἐὰν
μή τι μετὰ βίας̣ ἀ̣φαιρεθῆι, ἀποτισάτωι(*) <ὁ> ὁμολογῶ(ν)
Ἁρμιύσι παραχ[ρ]ῆ̣μα ἅς τʼ εἴληφεν παρʼ αὐτοῦ καθότι
25πρόκιται ἀργ(υρίου) [(δραχμὰς) τεσ]σαράκοντα ὀκτὼι(*) μεθʼ ἡμιολίας
καὶ τόκων καὶ ἐπ[ί]τιμον ἀργ(υρίου) (δραχμὰς) ἑκατὸν καὶ εἰς τὸ δημό(σιον) <τὰς ἴσας>
καὶ τὸ βλάβος, κ[αὶ ἑ]κάστης ἡ̣μέρα̣ς ἧς ἐὰν ἀτα̣κ̣τ̣ή(σῃ)
τῆς   ̣  ̣  ̣  ̣ς̣ χαλκοῦ ὀβολοὺς τρεῖς καὶ τὸ κεφ(άλαιον)
καὶ τὸ ἀπόκλ̣ε̣μ̣μ̣α πενταπλοῦν, τὸ δὲ νοσφισμὸν
30ἡμιόλιον ἡμιόλιον τοὺς δὲ τόκους ἁπλοῦς. ἐὰν δὲ μὴ
παραδῷ ἢ μὴ παράσχηται σῶον, τὴν ἀξίαν τὴν (κατὰ)
τὴν ἐπι[γ]ν̣όμην(*) Ἁρμιύσιος, οὔσης τῶι Ἁρμιύσει
τῆς πράξεως ἔκ τε τοῦ ὑποχ(ρέου) καὶ ἐκ τῶν ὑπαρχ(όντων) καθά-
περ ἐγ(*) δίκης. τοῦ δὲ χρόνου πληροθέντος(*) ἀποδώ(τω)(*)
35<ὁ> ὁμολογῶν τὰς προκιμ(ένας) ἀργ(υρίου) (δραχμὰς) τεσσαράκοντα ὀκτὼι(*) ,
ἐὰν δὲ μὴ ἀποδῷ, ἀπ̣οτισάτω μεθʼ ἡμιολίας καὶ τόκω(ν)
καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημό(σιον) <τὰς ἴσας>.
ὑπογρ(αφεὺς) τοῦ μὲν ὁμο(λογοῦντος) Κολλοῦθο(ς) Μιεῦτο(ς) (ὡς ἐτῶν) κ οὐ(λὴ) καρ(πῷ) δεξ(ιῷ)
(hand 2) Παβελληοῦς Ὀ̣ν̣ν̣ώ̣φριος Πέρσης τῆς ἐπιγονῆς
40ὁμολογῶι(*) ἔχειν [π]αρʼ Ἁρμι̣ύ̣σ̣ι̣ο̣ς ἀ̣ρ̣γ̣υ̣ρίου δρα-
[χ]μ̣ὰ̣ς̣ τ̣ε̣σ̣[σαράκο]ν̣[τα ὀκτ]ὼ̣ [ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar