Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἔτους πρώτου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ὑπερβερεταίου ἐπαγομένων νουμηνίᾳ
Μεσορὴ ἐπαγ[ο]μένων νουμηνίᾳ ἐν Τεβπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ.
ὁμολογεῖ Ἀρσινόη Ἡρακλείδου, ὡς ἐτῶν εἴκοσι , οὐλὴ γενείῳ ἐγ(*) δεξιῶν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀν-
δρὸς Λυσιμάχου τοῦ Λυσιμάχου, ὡς ἐτῶν εἴκοσι ὀκτώ , οὐλὴ ὀφρύι δεξιᾷ, τοῖς ἑαυτῆς γονεῦσι Ἡρακλεί-
5δῃ νεωτέρῳ Μάρωνος, ὡς ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ γενείῳ ἐξ ἀριστερῶν, καὶ τῇ τούτου γυναικὶ μη-
τρὶ δὲ τῆς Ἀρσινόης Πτολέμᾳ Ἡρώδου, ὡς ἐτῶν τεσσαράκοντα , οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, μετὰ κυρίου
αὐτοῦ Ἡρακλείδου, ἐξίστασθαι αὐτοῖς πάντων ὧν ἔχουσι καὶ ὧν ἐὰν ἐπικτήσωνται κλήρων τε
καὶ ἀμπελώνων καὶ παραδείσων καὶ οἰκοπέδων καὶ δουλικῶν σωμάτων καὶ κτήνων παντοίων
καὶ ἐπιπλόων καὶ ἐνδομενείας καὶ ἐνοφειλομένων πάντων καὶ ὧν ἐὰν ἐπικτήσωνται καὶ τῶν
10καταλειφθησομένων ὑπʼ αὐτῶν καθʼ ὃν δήποτε οὖν τρόπον, πλὴν γυναικων(*) αὐτῆς Πτολέμας
σκευῶν καὶ εἱματισμοῦ(*) γυναικειων(*) μόνων, διὰ τὸ ἀρκεῖσθαι τὴν Ἀρσινόην ἐπὶ τῶν προσενηνε-
γμένων αὐτῇ ὑπὸ τῶν προγεγραμμένων αὐτῆς γονέων Ἡρακλείδου καὶ Πτολέμας διʼ ὧν ἔχει συγ-
γραφῶν γαμικῶν πρὸς τὸν προγεγραμμένον αὐτῆς ἄνδρα Λυσίμαχον Λυσιμάχου. ἀλλὰ καὶ τὸν ἐπελ-
θόντα ἢ ἐνκαλέσαντα τῷ Ἡρακλείδῃ ἢ τῇ Πτολέμᾳ ἢ τοῖς τούτων ἀρρενικοῖς τέκνοις ἐκ τοῦ
15τῆς Ἀρσινόης ὀνόματος αὐτὴν Ἀρσινόην ἐ̣κ̣δικήσειν τοῖς ἰδίοις δαπανήμασι καὶ ἀνηλώμα-
σι. ἣν δʼ ἂν ποήσηται(*) [κ]ατὰ ταῦτα ἡ Ἀρσινόη ἢ ἀλλους(*) ὑπὲρ αὐτῆς ἐπὶ τοὺς προγεγραμμένους Ἡρακλείδ(ην)
καὶ Πτολέμαν ἢ ἐπὶ τοὺς αὐτῶν κληρονόμους̣ ἔφοδον ἢ ἔνκλησιν ἢ διαμφισβήτησιν ἢ ἐνποσιν(*)
ἢ κώλυσιν ἢ κακοτέ̣χ̣ν̣ησιν ἄκυρον καὶ ἀπρόσδ̣ε̣κ̣τον εἶναι αὐτῇ τε Ἀρσινόῃ καὶ παντὶ τῷ ὑπὲρ
αὐτῆς ἐπελευσομένῳ. καὶ προσαποτεισάτω ἡ Ἀρσινόη τοῖς προγεγραμμένοις ἢ ᾧ ἐὰν αὐτῶν ἐπέλθῃ
20παραχρῆμα τά τε βλάβη καὶ ἀνηλώματα διπλᾶ καὶ ἐπίτειμον(*) ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δρα-
χμὰς χειλίας(*) καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν̣ ἧ̣σ̣σ̣ον μενόντων κυρίων τῶν διωμολογημένων.
(hand 2) Ἀρσιν[όη] Ἡρακλείδου μετὰ κυ̣ρ̣ί̣ο̣υ̣ ἐμοῦ τοῦ ἑαυτῆς ἀν[δ]ρὸς Λυσιμάχου τοῦ Λυσιμάχου ὁμολ̣ο̣γ̣ῶ̣ ἐξίστασθαι
τοῖς προγεγραμμέν[οι]ς μου γονεῦσι Ἡρακλείδῃ νεωτέ̣ρ̣ῳ̣ Μάρωνος καὶ τῇ μητρὶ Πτολέμᾳ Ἡρώδου πάντων ὧν ἔχου-
σι καὶ ὧν ἐὰν ἐπικτήσωνται κλήρων τε καὶ ἀμπ[ελ]όνων(*) καὶ παραδείσων καὶ οἰκοπέδων καὶ δούλων σωμάτων
25καὶ κτήνων παντοίων καὶ ἐπ[ι]πλων(*) καὶ ἐνδομε̣ν̣ε̣ί̣α̣ς̣ καὶ ἐνοφ[ει]λομένων πάντων καὶ ὧν ἐὰν ἐπικτή-
σωνται καὶ τῶν καταλειφθησομένων ὑπʼ αὐτῶν κ̣α̣θʼ ὃν δήπ[οτ]ε οὖν τρόπον πλὴν γυναικων(*) αὐτῆς
Πτολέμας σκευῶν καὶ ἱματισμοῦ γυναικειων(*) μόνων διὰ τ[ὸ] ἀρκεῖσθε(*) με ἐπὶ τῶν προσενηνεγμένων
μοι ὑπὸ τῶν προγεγραμμένων μου γωνέ̣ω̣ν̣(*) Ἡ̣ρ̣α̣κ̣λείδου κα̣ὶ̣ Πτολέμας διʼ ὧν ἔχω συνγραφῶν
γαμικῶν πρὸς ἐμὲ τὸν ἄ̣νδρα Λυσίμ̣α̣χ̣ο̣ν̣ Λ̣υσιμάχου̣, ἀλλὰ καὶ τὸν ἐπελθόντα ἢ ἐνκαλέσαντα
30τ̣ῷ Ἡρακλείδῃ ἢ τῇ Πτολέμᾳ [ἢ] τοῖς αὐτῶν ἀρσε̣ν̣[ικοῖ]ς τέκνο̣ι̣ς̣ [ἐ]κ̣ τοῦ ἐμοῦ τῆς Ἀρσινόης ὀνόματος
ἑ̣α̣υτὴν Ἀρσινόην ἐκδικ̣ή̣σ̣ιν(*) τοῖς ἰδίοις δ̣α̣π̣ανή̣μα̣σ̣ι̣ κ[αὶ] ἀ̣νη̣λ̣ώμα̣σ̣ι̣ καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκει(ται).
Λυσίμαχος γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εὐδυειης̣(*) γ[ρά]μ̣μ̣α̣τ̣α [καὶ ἐπι]γ̣έ̣γραμμε̣(*) αὐτῆς κύριος.
(hand 3) Ἡρακλ[εί]δ̣η̣ς̣ νεώτερος Μάρω[νο]ς̣ καὶ ἡ γυνή μου̣ Πτολέμα Ἡρώ̣δ̣ου μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς Ἡρακλείδ(ου)
γέγονε ἰ[ς](*)[ ἡ]μᾶς ἡ ἔκστασις καθὼς πρόκιται. Ἡρακλείδης γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ ἰδυειης(*)
35γ̣ράμματα.