Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Mich. V 326 TM Nr. 12137

Division of Inherited Land and Slaves

Arsinoites 48, 6. Apr.
Material Papyrus
Inhalt Vertrag, Aufteilung, Besitz, Land, Sklaven
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαρμοῦθι ἑνδεκάτηι. ὁμολογοῦσιν ἀλλήλοις
Ἡρακλείδης καὶ Μάρων καὶ Ἡρώιδης(*) καὶ Δίδυμος καὶ Ἡρακλείδης ὃς καὶ Λούρις καὶ ηράκλεια οἱ ἓξ Ἡρακλείδου, μετὰ κυρίου τῆς Ἡρακλείας Ἡρακλείου τοῦ Διδύμου ὄντος αὐτ[ῆς] ἀνδρό(ς),
διειρῆσθαι(*) πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων διαιρέσι(*) ἐπὶ τοῦ παρόντος ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τον(*) ὑπαρχοντα(*) ἠμειν(*) περὶ μὲν κώμην Τεπτῦνιν κλ[ήρ]ου
κατοικικοῦ ἀρο(ύρας) κη 𐅵 ἐν δυσὶ σφραγεῖσι(*), καὶ περὶ Κερκεσοῦχα Ὄρους ὁμοίως κλήρου κατοικικοῦ ἀρο(ύρας) κε ἐν μιᾷ σφραγεῖδι(*), καὶ περὶ Κερκῆσιν καὶ τὸ Ἡρακλείδου ἐποίκιον ὁμοίως κλήρου κα[τοι]κικοῦ
5ἀρο(ύρας) λ ἢ ὅσαι ἐὰν ὦσι ἐν τρισὶ σφραγεῖσι(*), καὶ περὶ Κερκεσῆφιν ὁμοίως κλήρου κατοικικοῦ ἀρο(ύρας) ϛ ἐν μιᾷ σφραγεῖδι(*), καὶ περὶ Θεογονίδα ὁμοίως κλήρου κατοικικοῦ ἀρο(ύρας) ιζ 𐅵 ἐν δ[υ]σὶ σφραγεῖσι(*), καὶ π[ερ]ὶ τὴν
αὐτὴν κώμην Θεογονίδα ἀμπελῶνα ἀναδενδραδικὸν ἐν ἑκτολογουμένηι τάξει ἀρο(ύρας) γ 𐅵 δ´ η´, πάντα πατρικά, καὶ περὶ τὴν αὐτὴν κώμην Θεογονίδα μητρικὸν ἀμπελῶνα ἀναδενδρ[α]δικὸν
\ἐν/ ἑκτολογουμένῃ(*) τάξει ἀρο(ύρας) β, \καὶ/ ὁμοίως τὰ ὑπάρχοντα ἠμειν(*) πατρικὰ δουλικὰ σώματα πέντε , οἷς ὀνόματα Ἀγαθούς(*) καὶ ταύτης τέκνα Ἡρακλην(*) καὶ Εὐφρόσυνον καὶ ἕτερα Ἐπαφρᾶν(*) καὶ Λέονταν(*), τὰ εἰς τὸ αὐτ(ὸ)
σώματα πέντε , καὶ τὰ ὑπάρχοντα ἠμειν(*) μητρικὰ δουλικὰ σώματα δέκα τρία , οἷς ὀνόματα Ἡρακλείαν(*) την(*) καὶ Τααρμιῦσιν(*) καὶ ταύτης τέκνα Νάρκισσον(*) κουρεα(*) καὶ Σαραπᾶν(*) καὶ Εὐφρόσυνον καὶ Νικην(*).
καὶ Θερμοῦθιν(*) καὶ Σεραπουν(*) καὶ ταύτης τεκνα(*) Εὐφρόσυνον καὶ Ἑλενην(*) ἐγγονον(*) Ἡροῦτος ἐκ τῆς προπεπραμένης ἔτι πάλαι, καὶ τὰ λοιπὰ δουλικὰ σώματα τέσσαρα , οἷς ὀνόματα Θαϋβᾶς(*) καὶ ταύτης
10τέκνα δύο Γανύμαν(*) καὶ Ἀθήνην(*) καὶ τον(*) ἑτερον(*) Νάρκισσον(*) ὀνηλατην(*) τὸν μὲν Ἡρακλείδην λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος τὰς \προ/μεμερισμένας αὐτῶι ἔτι πάλαι ὑπὸ τοῦ πατρὸς [ἠ]μῶν(*)
Ἡρακλείδου νεωτέρου τοῦ Μάρωνος εἰς πρεσβυτερίας λόγον τὰς περὶ τὴν προκειμένην κώμην Κερκεσῆφιν κλήρου κατοικικοῦ (ἀρούρας) ϛ ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγεῖ[δι](*) πρότερον Σαμβᾶτος τοῦ
Ἀκουσιλάου· τὸν δʼ αὐτὸν Ἡρακλείδην ὁμοίως λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἀπὸ τῶν περὶ Κερκῆσιν καὶ τὸ Ἡρακλείδου ἐποίκιον ἀρουρῶν τὰς ἐν τρισὶ σφραγεῖσι(*) (ἀρούρας) ιε δ´ ἢ ὅσαι ἐὰν ὦσι,
ἐν μὲν τῆι πρώτηι σφραγεῖδι(*) ἀρο(ύρας) ζ, καὶ ἐν τῇ δευτέρᾳ σφραγεῖδι(*) ἀρο(ύρας) β δ´ ἀπὸ ἀρουρῶν ιϛ 𐅵 δ´, αἵ εἰσιν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατείνοντος νοτον(*) ἐπὶ βορρᾶ ἐξ ὧν τὴν ἔκλυσιν
ποιήσονται ὅ τε Δίδυμος καὶ Ἡρακλείδης ὃς καὶ Λύρις ὧν κεκληρωιμένοι(*) σὶν(*) λοιπῶν ἀρο(υρῶν) ιδ 𐅵, καὶ ἐν τῇ τρίτηι σφραγεῖδι(*) αι(*) λοιπαι(*) ἀρο(ύρας) ϛ λεγομένας λεσώνου πρότερον Ἡρώδου τοῦ καὶ Ἡρακ(λείδου)
15Λυσιμάχου· τὸν δʼ αὐτὸν Ἡρακλείδην ὁμοίως λελογχέναι εἰς τὸ καὶ ⟦αὐτῶι⟧ ἐπιβάλλον αὐτῶι μέρος ἀπὸ τῶν προκειμένων ἀμπελώνων περὶ Θεογονίδαν ἀπὸ τοῦ ἐν μιᾷ σφραγεῖδι(*)
λεγομένου Καλάμου ἀμπελῶνος ἀπὸ (ἀρουρῶν) γ 𐅵 δ´ η´ τούτων τὸ τρίτον ὅπερ τυγχάνει ὁ Ἡρακλείδης προπεπρακέναι ἔτι πάλαι· τὸν δʼ αὐτὸν Ἡρακλείδην πρεσβύτερον ὁμοίως λελογχ(έναι)
εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων δουλικῶν σώματων δουλικὰ σώματα τρία , οἷς ὀνόματα Ἡρακλης(*) ἐξ Ἀγαθοῦτος καὶ Σαράπουν(*) σὺν τοῖς ἐξ αὐτῆς ἐσομένοις
ἀπὸ τοῦ νῦν δουλικοῖς ἐγγόνοις καὶ τὸν ταύτης ἔγγονον υἱὸν Εὐφρόσυνον· τὸν δὲ Μάρωνα αὐτὸν λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν
περὶ μὲν τὴν προκειμένην κώμην Τεπτῦνιν ἀρουρῶν ἀπὸ (ἀρουρῶν) κη 𐅵 ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγεῖσι(*) ἀρο(ύρας) ιβ 𐅵 δ´ ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγεῖσι(*), ἐν μὲν τῆι πρώτηι σφραγεῖδι(*)
20ἀρούρας ζ 𐅵 λεγομένας Θεοφίλου καὶ ἐν τῆι δευτέρᾳ σφραγεῖδι(*) αι(*) λοιπαι(*) (ἀρούρας) ε δ´ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεινούσας νοτον(*) ἐπὶ βορραν(*) αἵ εἰσιν ἀπὸ ἀρο(υρῶν) κα λεγομένου Ἀστρα-
γάλου κλήρου. τὸν δʼ αὐτὸν Μάρωνα ὁμοίως κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων ἀμπελώνων ἑκτολογουμένου Ἑλληνικοῦ ἀπὸ
ἀρο(υρῶν) β τούτων τὸ τρίτον· τὸν δʼ αὐτὸν Μάρωνα ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι καὶ εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ σώι-
ματα(*) τέσσαρα , οἷς ὀνόματα(*) Ἡρακλείαν(*) την(*) καὶ Τααρμιῦσιν(*) καὶ Νάρκισσον(*) ὀνηλατην(*) καὶ Λέονταν(*) καὶ Γανύμαν(*)· τὸν δὲ Ἡρώιδην καὶ αὐτὸν ὁμοίως λελογχέναι καὶ κεκλη-
ρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ μὲν τὴν προκειμένην κώμην Τεβτῦνιν ἀπὸ τῶν λοιπῶν ἀρο(υρῶν) ιε 𐅵 δ´ (ἀρούρας) ε δ´ ἐν μιᾷ σφραγεῖδι(*) αἵ εἰσιν ἐκ τοῦ π[ρ]ὸς λίβα
25μέρους ὧν κεκλήρωται ὁ Μάρων ἀρουρῶν διατεινού[σ]ας βορραν(*) ἐπὶ βορρᾶ· τὸν δʼ αὐτὸν Ἡρώιδην ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι ἀπὸ τῶν περὶ Κερκεσοῦχα Ὄρους
ἀρουρῶν (ἀρούρας) η γ´ ἐκ τοῦ πρὸς ἀπη(λιώτην) μέρους διατεινούσας νοτον(*) ἐπὶ βο(ρρᾶ) αἵ εἰσιν ἀπὸ (ἀρουρῶν) κε ἢ ὅσαι ἐὰν ὦσι· τὸν δʼ αὐτὸν ὁμοίως Ἡρώιδην κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ ἐπι-
βάλλον αὐτῶι μέρος ἀπὸ τῶν περὶ τὴν προκειμένην κώμην Θεογονίδα ἀμπελώνων ἀπὸ ἀρ(ουρῶν) β τούτων γ´ λεγομένου Ἑλληνικοῦ· τὸν δʼ αὐτὸν Ἡρώιδην ὁμοίως λελογχ(έναι)
καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος \ἐκ/ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ σώματα τρία , οἷς ὀνόματα Ἐπαφρᾶν(*) καὶ Ἀγαθοῦν(*) καὶ Εὐφρόσυνον(*) σὺν
τοῖς ἐσομένοις ἐξ αὐτῆς δουλικοῖς ἐγγόνοις· τὸν δὲ Δίδυμον καὶ αὐτὸν λελογχέναι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ μὲν τὴν προκειμένην κώμην Κερκῆσι(ν)
30λοιπῶν ἀρουρ(ῶν) ιε ἀρο(ύρας) ζ 𐅵 ἐκ τοῦ πρὸς λίβα μέρους διατεινούσας νοτον(*) ἐπὶ βορραν(*)· τὸν δʼ αὐτὸν Δίδυμον ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ὁμοίως
ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ μὲν τὴν προκειμένην κώμην Θεογονίδα ἀρουρῶν τὰς ἐν μιᾷ σφραγεῖδι(*) κλήρου κατοικικοῦ ἀρο(ύρας) θ 𐅵 ἢ ὅσαι ἐὰν ὦσι λεγομένας κλήρου Ἀμηινις(*)·
τὸν δʼ αὐτὸν ὁμοίως Δίδυμον λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ τὴν κώμην Θεογονίδα ἀμπελώνων ἀρουρῶν δύο τούτων τρίτον
λεγομένου Ἑλληνικοῦ· τὸν δʼ αὐτὸν Δίδυμον ὁμοίως κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ
σώματα δύο , οἷς ὀνόματα Εὐφρόσυνον καὶ Ἰσαροῦς σὺν τοῖς ἐσομένοις ἀπὸ τοῦ νῦν ἐξ αὐτῆς δουλικοῖς ἐγγόνοις· τὸν δὲ Ἡρακλείδην τὸν καὶ Λουριν(*) καὶ αὐτὸν ὁμοίως
35λελογχέναι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλον(*) μέρος ἀπὸ τῶν περὶ τὴν προκειμένην κώμην Κερκῆσιν τὰς λοιπὰς ἀρο(ύρας) ζ 𐅵 ἐκ τοῦ πρὸς ἀπηλ(ιώτην) μέρους διατεινούσας λίβα(*)ἐπʼ ἀπη(λιώτην)· τὸν δὲ
αὐτὸν Ἡρακλείδην τὸν καὶ Λούριον ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ὁμοίως τὰς περὶ τὴν προκειμένην κώμην Θεογονίδα λοι(πὰς)
κλήρου κατοικικοῦ ἀρο(ύρας) η πρότερον Πώλλης· τὸν δὲ αὐτὸν Ἡρακλείδην τὸν καὶ Λουριν(*) ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος τὸ τρίτον μέρο(ς)
τοῦ προκειμένου ἀμπελῶνος λεγομένου Καλάμου ἀρο(ύρας) γ 𐅵 δ´ η´, ὅπερ τυγχάνει ὁ αὐτὸς Ἡρακλείδης ὃς καὶ Λούρις καὶ αὐτὸς προπεπρακὼς ἔτι πάλαι· τὸν δὲ αὐτὸν Ἡρακλείδ(ην)
τὸν καὶ Λούριον ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ σώματα τρία , οἷς ὀνόματα
40Σαραπᾶν(*) καὶ Θαυβαν(*) καὶ Ἀθήνην(*) {καὶ} σὺν τοῖς ἐσομένοις ἐξ αὐτῶν δουλικων(*) ἐγγονων(*)· τὴν δʼ αὐτὴν Ἡράκλειαν καὶ αὐτὴν ὁμοίως λελογχέναι εἰς τὸ καὶ αὐτῆι ἐπιβάλλο(ν)
μέρος ἀπὸ τῶν περὶ τὴν προκειμένην κώμην Τεπτῦνιν ἄλλων ἀρουρῶν ἀρο(ύρας) ε(*) ἐν μιᾷ σφραγεῖδι(*), ἢ ὅσαι ἐὰν ὦσι, λεγομένας Ἀστραγάλου κλήρου, αἵ εἰσιν ἐκ τοῦ ἀνὰ μέσον·
τὴν δʼ αὐτὴν Ἡράκλειαν καὶ αὐτὴν ὁμοίως λελογχέναι εἰς τὸ καὶ αὐτῆι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ(*) τὴν προκειμένην κώμην Κερκεσοῦχα <Ὄρους> ἄλλων ἀρουρῶν τὰς ἀνὰ μέσον
τοῦ κλήρου ἀρο(ύρας) η γ´ διατεινούσας νοτον(*) ἐπὶ βορρᾶ· τὴν δʼ αὐτὴν Ἡράκλειαν ὁμοίως λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῇ μέρος ἐκ τοῦ περὶ τὴν προκειμένην κώμην Θεογονίδα
ἀμπελῶνος λεγομένου Καλάμου ἀπὸ ἀρο(υρῶν) γ [𐅵] δ´ η´ τούτων τὸ τρίτον· τὴν δὲ αὐτὴν Ἡράκλειαν ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι ἐκ τῶν προκειμένων δουλικῶν σωμάτ(ων)
45δουλικὰ σώματα τρία , οἷς ὀνόματα Νάρκισσον(*) κουρεα(*) καὶ Νικην(*) καὶ Ἑλενην(*) σὺν τοῖς ἐσομένοις ἐξ αὐτῶν {ἐγγόνοις} ἀπὸ τοῦ νῦν δουλικοῖς ἐγγόνοις· τοὺς δὲ προγεγραμμένους
τέσσαρες Μάρωνα καὶ Ἡρώιδην καὶ Δίδυμον καὶ Ἡρακλείδην τὸν καὶ Λούριον καὶ αὐτοὺς ὁμοίως κεκληρῶσθαι, χορὶς(*) ὧν κεκληρωμένοι σὶν(*) καθὼς πρόκιται, ἐκ τοῦ
ἐπιβάλλοντος τῷ τετελευτηκότι ἠμῶν(*) πάντων ἀδελφῶι Λυσᾶτι, ὃς τετελεύτηκεν, μέρους ἀρο(ύρας) ιγ 𐅵 ιβ´ ἀφʼ ὧν περὶ μὲν Τεπτῦνιν ἀρο(ύρας) ε δ´ καὶ περὶ Κερκεσοῦχα Ὄρους
ἀρο(ύρας) η γ´, αἵ εἰσιν ἐκ τοῦ πρὸς λίβα μέρους διατεινοντος(*) νοτον(*) ἐπὶ βορρᾶ, τούτων πάντων μέρηι(*) τέσσαρα ἀπὸ μερῶν πέντε , αἵ εἰσιν ἄρο(υραι) ι 𐅵 γ´ (τεσσαρακοστόν)(*). ἅπαντα δὲ κεκλήρωται
ὁ Ἡρακλείδης πρεσβύτερος μεθʼ ἃ προπαρακεχώ[ρ]ηκεν καὶ πέπρακεν ὁ αὐτὸς Ἡρακλείδης τοῖς προγεγραμμένοις αὐτοῦ ἀδελφοῖς ἀρσένοις Μάρωνι καὶ Ἡρώι-
50δηι καὶ Διδύμωι καὶ Ἡρακλείδηι τῶι καὶ Λουρίωι ἐπιβεβληκοτι(*) αὐτῶι μέρους, ὅ ἐστιν λοιπὸν τῶν προκειμένων ἀρουρῶν τοῦ αὐτοῦ Λυσᾶ· ἐφʼ ἑκάστης δὲ διαστολῆς
καὶ σφραγεῖδος(*) ἔχειν ἕκαστον αὐτῶν κατʼ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους ἄλλα, καὶ ποτίζοντες καὶ ἐκχύοντες διὰ τε τῶν προκειμένων καὶ προυπαρχόντ(ων)
2
ῥείθρων καὶ ὑδραγωγῶν, καὶ εἰσοδων(*) καὶ ἐξοδων(*) καὶ ἐκχύσεσι χρωμένους· πρός τε τὰ προγεγραμμένα μηθὲν(*) ἐ[γκ]αλέσειν
μηδὲ διαμφισβητήσειν μηδὲ κωλύσιν(*) μηδὲ κακοτεχνήσιν(*)· ἕκαστον δὲ αὐτῶν κεκληρῶσθαι σὺν τοῖς ἐν αὐτοῖς σ̣πόροις
ἀπὸ τοῦ ἐνεστῶτος ὀγδόου (ἔτους) καὶ αὐτοῦ τοῦ ὀγδόου (ἔτους) Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτ̣ο̣ρο(ς).
55κρατεῖν οὖν καὶ δεσπόζειν ἕκαστον τῶν ὁμολογούντων καὶ τοὺς παρʼ αὐτῶν καὶ τοὺς μεταλημψομένους ὧν κεκλήρω̣τ̣α̣ι με-
ρῶν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀναμφιλέκτως, καὶ μὴ ἐπελεύσεσθαι ἑκάτερον αὐτῶν [ἐφʼ] ἃ̣ ὁ ἕτερο(ς)
αὐτῶν κεκληρῶται τρόπωι μηδενί· ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παρασυγγραφῇ τις τῶν ὁμολογούντων ἀποτε[ισά]τωι(*)
μὴ ἐμμένων τῶι ἐνμένοντι τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυ(ριου) (δραχμὰς) Δ καὶ εἰς τὸ δημόσιον τὰς [ἴσας]· καὶ
μηδὲν ἧσσον κατὰ μηδὲν τῶν προγεγραμμένων τεσσάρων Μάρωνος καὶ Ἡρώιδου καὶ Διδύμου καὶ Ἡρακλείδου τοῦ καὶ
60Λούριος ἐλαττουμένων ὑπὲρ τῆς ἐξακολουθούσης τῷ Ἡρακλείδηι πρεσβυτέρωι βεβαιώσεως οὗ προπέπρακεν κ[αὶ] παρα-
κεχώρηκεν αὐτοῖς ἀπὸ τοῦ ἐπιβάλλοντος μέρους ἐκ τῶν προκειμένων τοῦ Λυσᾶ ὑπαρχόντων, ὃς τετελεύτηκεν, [κ]λήρω(ν)
τε καὶ ἀμπέλων καὶ οἰκοπέδων καὶ ζυτοπωλίων καὶ ψειλῶν(*) τόπων καὶ ἐλαιουργίου καὶ τῶν συνκυρόντων πάντων· τὰ̣ ἄ̣λ̣λ̣α
δὲ ἀκολούθως ταῖς διʼ αὐτῆς τῆς ὁμολογίας δεδειλωιμένων(*) πασῶν διαστολῶν κυρίων, πάντων δὲ τῶν οἰκοπέδων
καὶ ἐπιπλόων καὶ σκευῶν ὄντων κοινῶν καὶ ἀδιαιρέτων πλὴν οὗ πέπρακεν ὁ Ἡρακλείδης πρεσβύτερος τὸ ἐπιβάλλο(ν)
65αὐτῶι μέρος ἐκ τοῦ τοῦ Λυσᾶτος μέρους τοῖς αὐτοῖς τέσσαρσι καθὼς πρόκιται.

Apparatus


^ 1.2. corr. ex ηρ  ̣δης
^ 1.3. l. διῃρῆσθαι
^ 1.3. l. διαιρέσει
^ 1.3. l. τὰς
^ 1.3. l. ὑπαρχούσας
^ 1.3. l. αὐτοῖς
^ 1.4. l. σφραγῖσι
^ 1.4. l. σφραγῖδι
^ 1.5. l. σφραγῖσι
^ 1.5. l. σφραγῖδι
^ 1.5. l. σφραγῖσι
^ 1.7. corr. ex εκτολογουμεν⟦ον⟧
^ 1.7. l. αὐτοῖς
^ 1.7. l. Ἀγαθοῦν
^ 1.7. l. Ἡρακλῆς
^ 1.7. l. Ἐπαφρᾶς
^ 1.7. l. Λεοντᾶς
^ 1.8. l. αὐτοῖς
^ 1.8. l. Ἡράκλεια
^ 1.8. l. ἡ
^ 1.8. l. Τααρμιῦσις
^ 1.8. l. Νάρκισσος
^ 1.8. l. κουρεὺς
^ 1.8. l. Σαραπᾶς
^ 1.8. l. Νίκη
^ 1.9. l. Θερμοῦθις
^ 1.9. l. Σεραποῦς
^ 1.9. l. τέκνον
^ 1.9. l. Ἑλένη
^ 1.9. l. ἔγγονος
^ 1.9. l. Θαυβᾶν
^ 1.10. l. Γανυμᾶς
^ 1.10. l. Ἀθήνη
^ 1.10. l. ὁ
^ 1.10. l. ἕτερος
^ 1.10. l. Νάρκισσος
^ 1.10. l. ὀνηλάτης
^ 1.10. l. αὐτῶν
^ 1.11. l. σφραγῖδι
^ 1.12. l. σφραγῖσι
^ 1.13. l. σφραγῖδι
^ 1.13. l. σφραγῖδι
^ 1.13. l. νότου
^ 1.14. l. κεκληρωμένοι
^ 1.14. l. <εἰ>σὶν
^ 1.14. l. σφραγῖδι
^ 1.14. l. τὰς
^ 1.14. l. λοιπὰς
^ 1.15. l. σφραγῖδι
^ 1.17. l. Ἡρακλῆν
^ 1.17. l. Σαραποῦς
^ 1.19. l. σφραγῖσι
^ 1.19. l. σφραγῖσι
^ 1.19. l. σφραγῖδι
^ 1.20. l. σφραγῖδι
^ 1.20. l. τὰς
^ 1.20. l. λοιπὰς
^ 1.20. l. νότου
^ 1.20. l. βορρᾶ
^ 1.22-23. l. σώ|ματα
^ 1.23. corr. ex ⟦αχ⟧οματα
^ 1.23. l. Ἡράκλεια
^ 1.23. l. ἡ
^ 1.23. l. Τααρμιῦσις
^ 1.23. l. Νάρκισσος
^ 1.23. l. ὀνηλάτης
^ 1.23. l. Λεοντᾶς
^ 1.23. l. Γανυμᾶς
^ 1.24. l. σφραγῖδι
^ 1.25. l. νότου
^ 1.26. l. νότου
^ 1.28. l. Ἐπαφρᾶς
^ 1.28. l. Ἀγαθοῦς
^ 1.28. l. Εὐφρόσυνος
^ 1.30. l. νότου
^ 1.30. l. βορρᾶ
^ 1.31. l. σφραγῖδι
^ 1.31. l. Ἀμήινιος
^ 1.34. l. Λούριον
^ 1.35. l. ἐπιβάλ<λ>ον
^ 1.35. l. λιβὸς
^ 1.37. l. Λούριον
^ 1.40. l. Σαραπᾶς
^ 1.40. l. Θαυβᾶς
^ 1.40. l. Ἀθήνη
^ 1.40. l. δουλικοῖς
^ 1.40. l. ἐγγόνοις
^ 1.41. l. ε δ´
^ 1.41. l. σφραγῖδι
^ 1.42. corr. ex π⟦ρ⟧ρι
^ 1.43. l. νότου
^ 1.45. l. Νάρκισσος
^ 1.45. l. κουρεὺς
^ 1.45. l. Νίκη
^ 1.45. l. Ἑλένη
^ 1.46. l. χωρὶς
^ 1.46. l. <εἰ>σὶν
^ 1.47. l. αὐτῶν
^ 1.48. l. διατεινούσας
^ 1.48. l. νότου
^ 1.48. l. μέρη
^ 1.48. l. (τριακοστὸν)
^ 1.50. l. ἐπιβεβληκότος
^ 1.51. l. σφραγῖδος
^ 2.52. l. εἰσόδοις
^ 2.52. l. ἐξόδοις
^ 2.52. l. μηθὲν
^ 2.53. l. κωλύσειν
^ 2.53. l. κακοτεχνήσειν
^ 2.57. l. ἀποτεισάτω
^ 2.62. l. ψιλῶν
^ 2.63. l. δεδηλωμένων
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar