Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Mich. V 259 TM Nr. 12094

Cession of Catoecic Land

Tebtynis (Arsinoites) 33, 4. Apr.
Material Papyrus
Inhalt Vertrag, Parachoresis, Land
Erwähnte Daten
  • Z. 17.33: 31 - 32
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,msup
[Ἡρακλῆς ὡς (ἐτῶν)   ̣ ο(ὐλὴ) τραχήλῳ ἐκ δεξι(ῶν). Χαιρ]ήμων ὡς (ἐτῶν) κα ο(ὐλὴ) δ̣ακτ̣[ύλῳ μικρῷ χειρὸς ἀ]ρ̣ισ(τερᾶς). Φαρμοῦθι θ̣. ὑπογ̣ρ̣(αφεῖς) Κολλοῦθ(ος) ὡς (ἐτῶν) κη ο(ὐλὴ) καρπ(ῷ) δεξι(ῷ), Πτολεμ[αῖος ὡς (ἐτῶν) κϛ]
οὐλὴ πήχει ἀριστ(ερῷ).
r,ctr
ἔτ̣ους̣ [ἐννεα]καιδεκάτου Τιβερίου Καίσαρος Σ[εβαστοῦ μηνὸς Δαισίου ἐ]νάτῃ Φαρμοῦθι θ, ἐν Τεβτύνει τῆς Πο[λέ-]
μ̣ωνο̣[ς μερ]ί̣δ̣ο(ς) τοῦ̣ Ἀρσινοε[ί]του νομοῦ. ὁμο[λογεῖ Ἡρακλῆς Χαιρήμω]ν̣ο̣ς̣ τοῦ καὶ Μιέους Ὀννώφριος Μακε[δὼν]
[τῶ]ν κατύκων(*) ἱ̣π̣π̣έων ὡς (ἐτῶν)   ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣, οὐλὴ τραχήλωι ἐκ δεξιῶν, Χαιρήμωνει(*) τῷ καὶ
Ὀννώφ[ρ]ι Ὡρίωνος ὡς ἐτῶν εἴκοσι ἑνός , οὐλ̣ὴ̣ δακ̣τ̣ύλ(ῳ) μικρ(ῷ) χιρ̣ὸς(*) ἀριστερᾶς, παρακεχωρηκέναι αὐτ[ῷ]
5Ὀννώφρ̣[ι] ὥ̣στε αὐτ̣(ῷ) καὶ ἐκγώνοις(*) αὐτοῦ καὶ τοῖς π̣α̣ρὰ αὐτοῦ εἰς μετεπιγραφήν, ἀπὸ τῆς ἐνεστώσης ἡμέρ[ας]
ἐπὶ τὸν [ἅ]π̣α̣ν̣τα χρόνον, ἀπὸ τοῦ ὑπάρχοντος μο[ι](*) περὶ Τεβτύνει κλήρου κατυκικοῦ(*) ἀρούρας πέντε σχυνίωι(*) ἐν[ε-]
νηκονταεξαπήχει ἐν δυσὶ σφραγῖσει(*), αἵ εἰσιν τῶν ἠμελωμενω(*) ἐκς(*) ὑπολόγου· ὧν γίτωνος(*) τῆς πρότης(*)
σφραγῖδος αἱ(*) εἰσιν(*) ἀρουρῶν τριῶν ἐν τοῖς Αμμηγιν̣οις λεγομένοις, νότου Ἡρακλείδου τοῦ Χαιρήμωνος κλῆ-
ρος, ἀπη̣[λ]ιώτου τοῦ αὐτοῦ Ἡρακλείδου κλῆρος, βορρᾶ χέ̣[ρ]σος, λιβὸς Κρονίδου τοῦ Ἁρυώτου κλῆρος· γίτωνος(*) δὲ καὶ τῆς
10δευτέρ[ας] σφραγῖδος ἥ ἐστιν τῶν λυπῶν(*) ἀρουρῶν δύο ἐν τῇ Κανάβει λεγομένῃ νότου ὑειῶν(*) Χαιρήμωνος κλῆρος,
βορρᾶ Αὐνήους τοῦ Ἀφροδισίου κλῆρος, λιβ[ὸ]ς Ἀκουσιλάου καὶ Σερᾶτος κλῆρος, ἀπηλιώτου Ὀρσέου Ὀρσέου το[ῦ] γ̣ν̣α-
φέως κλῆρος· ὑπὲρ ὧν καὶ ἐπειτελέσιν(*) τὸν Ἡράκλειον τὰς καθηκούσας <οἰκονομίας> τῆς εἰς τὸν Ὀννῶφριν μετεπιγραφ̣[ῆς]
καὶ παραχωρήσεως διὰ τοῦ κατυκικοῦ(*) λογιστηρί̣ο̣υ καὶ ἀπέχειν τὸν Ἡρακλῆν παρὰ τοῦ πριαμένου τὸ ἑστα-
μένον ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλεον(*), καὶ βεβαιώσιν(*) αὐτόν τε Ἡρακλῆν καὶ τοὺς παρʼ ἀουτοῦ(*)
15τῷ Ὀ̣[ν]ν̣ῶφρι καὶ τοῖς παρʼ ἀουτοῦ(*) τὰ κατὰ τὴν παραχώρησιν ταύτην πάσῃ βεβαιώσι(*) ἀπὸ μὲν δημοσί-
ων ὠ̣[φ]ε̣ι̣λημάτων(*) πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους τῶν ἐκ τῶν ἐπάνω χρόνων
μέχρ[ι] τ̣οῦ διοεληλυθωτος(*) ὀκτωκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ὀκτωκαιδεκάτου ἔτους Τιβερίου
Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνπυήσεως(*) διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρ̣ό̣ν̣ο̣ν̣.
ὑπογραφῖς(*) τοῦ μὲν ὁμολογοῦντος Κολλοῦθος Μιεῦτος ὡς ἐτῶν εἴκοσι ὀκτώι(*) , οὐλὴ καρπῶι δε-
20ξιῶι, καὶ τοῦ ἄλλου Πτολεμαῖος νεώτερος Ἀκουσιλάου ὡς (ἐτῶν) κϛ, οὐλὴ πήχει δεξιῶι.
(hand 2) Ἡρακλῆς Χαιρήμωνος τοῦ καὶ Μιεῦτος Ὀννώφρεως Μακεδὼν τῶν κατοίκων ἱππέων ὁμολογ[ῶ]
παρακεχωρηκέναι Χαιρημων(*) τῶι καὶ Ὀννωφριον(*) Ὡρίωνος ὥστει(*) αὐτῶι Χαιρημων(*) καὶ γόνο̣[ις]
αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον
ἀπὸ τοῦ ὑπάρχοντός μοι περὶ Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρούρας πέντε σχυνίωι(*) ἐνενηκοντα-
25εξαπήχι(*) ἐν δυσὶ σφραγῖσι αἵ εἰσιν ἠωνημέναι(*) ἐκς(*) ὑπολόγου· ὧν γίτονες(*) τῆς πρότης(*) σφραγῖδ[ος],
ἥ ἐστιν ἀρουρῶν τριῶν ἐν τοῖς Αμμηγινοις, γίτονος(*) νότου Ἡρακλείδου τοῦ Χαιρήμωνος κλῆρος, ἀπηλιώτ[ου]
τοῦ αὐτοῦ Ἡρακλείδου κλῆρος, βορρᾶ χέρσος, λιβὸς Κρονίδου τοῦ Ἁρυώτου κλῆρος· γίτονος(*) δὲ τῆς δευτέρας
σφραγῖδος ἥ ἐστιν τῶν λυπῶν(*) ἀρουρῶν δύο ἐν τῇ Κανάβι(*) λεγομενην(*) νότου υἱῶν Χαιρήμωνος
κλῆρος, βορρᾶ Αὐνήου τοῦ Ἀφροδισίου κλῆρος, λιβὸς Ἀκουσιλάου καὶ Σερᾶτος κλῆρος, ἀπηλιώτου Ὀρσέου
30γναφέως κλῆρος· ὑπὲρ ὧν καὶ ἐπιτελεσο(*) τὰς καθηκούσης(*) τῆς εἰς τὸν Χαιρήμωνος(*) μετεπιγραφῆς
[κ]αὶ αναχωρήσεως(*) διὰ τοῦ κατοικικοῦ λογιστηρίου· καὶ ἀπέχω παρʼ αὐτοῦ Χαιρήμωνος τὸ ἑσταμ-
ένον ἀργυρικὸν κεφάλεον(*) καὶ βεβεωσο(*) πάσῃ βεβεώσι(*) ἀπὸ δημωσίων(*) πάντων τῶν ἐκ τῶν
[ἐπάνω χρό]νον(*) μέχρει(*) τοῦ διεληλυθότος ὀκτωικαιδεκάτου(*) ἔτους καὶ αὐτοῦ τοῦ ὀκτωικαιδεκά[του](*)
[ἔτους] Τ̣ιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ειδι̣ωτικῶν(*) καὶ πάσης ἐμποιησις(*) ἐπὶ τὸν ἅπαντα χρόνον
35[καθὼς πρόκει]τ̣α̣ι̣. [ἔγ]ραψε̣ν̣ ὑπὲρ αὐτοῦ Κολλοῦθος Μιεῦτος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. (hand 3) Χαιρή-
[μων ὁ καὶ Ὀννῶφρις Ὡρίωνος γέγονε εἴς μ]ε [ἡ παρα]χώρησις τῶν προκιμένων ἀρουρῶν πένται(*) το̣ῦ̣ κατοικ̣[ικοῦ]
Traces 1 line
v
ὁμ(ολογία) παραχ(ωρήσεως) ἀρ(ουρῶν) εTraces
αρ(  )
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar