Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
σκαιδεκάτωι(*) μηνὸς Δίου. συγγραφὴ συνοικισίας Ἡρακλείδου καὶ Δημητρίας. λαμβάνει Ἡρακλείδης(*)
Δημητρίαν Κώιαν γυναῖκα γνησίαν παρὰ τοῦ πατρὸς Λεπτίνου Κώιου καὶ τῆς μητρὸς Φιλωτίδος ἐλεύθερος
ἐλευθέραν προσφερομένην εἱματισμὸν(*) καὶ κόσμον (δραχμῶν) Α, παρεχέτω δὲ Ἡρακλείδης Δημητρίαι
5ὅσα προσήκει γυναικὶ ἐλευθέραι πάντα, εἶναι δὲ ἡμᾶς κατὰ ταυτὸ(*) ὅπου ἂν δοκῆι ἄριστον εἶναι βουλευομένοις κοινῆι
βουλῆι Λεπτίνηι καὶ Ἡρακλείδηι(*). εἰὰν(*) δέ τι κακοτεχνοῦσα ἁλίσκηται ⟦ἁλίσκηται⟧ ἐπὶ αἰσχύνηι τοῦ ἀνδρὸς Ἡρακλείδου Δημητρία,
στερέσθω ὧμ(*) προσηνέγκατο πάντων. ἐπιδειξάτω δὲ Ἡρακλείδης ὅτι ἂν ἐγκαλῆι Δημητρίαι ἐναντίον ἀνδρῶν τριῶν ,
οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι. μὴ ἐξέστω δὲ Ἡρακλείδηι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐφ᾽ ὕβρει Δημητρίας μηδὲ
τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδὲ κακοτεχνεῖν μηδὲν παρευρέσει μηδεμιᾶι Ἡρακλείδην εἰς Δημητρίαν·
10εἰὰν(*) δέ τι ποῶν(*) τούτων ἁλίσκηται Ἡρακλείδης καὶ ἐπιδείξηι Δημητρία ἐναντίον ἀνδρῶν τριῶν , οὓς ἂν δοκιμάζωσιν(*)
ἀμφότεροι, ἀποδότω Ἡρακλείδης Δημητρίαι τὴμ(*) φερνὴν ἣν προσηνέγκατο (δραχμῶν) Α, καὶ προσαποτεισάτω ἀργυρί-
ου Ἀλεξανδρείου (δραχμὰς) Α. ἡ δὲ πρᾶξις ἔστω καθάπερ ἐγ(*) δίκης κατὰ νόμον τέλος ἐχούσης Δημητρίαι καὶ τοῖς μετὰ
Δημητρίας πράσσουσιν ἔκ τε αὐτοῦ Ἡρακλείδου καὶ τῶν(*) Ἡρακλείδου πάντων καὶ ἐγγαίων καὶ ναυτικῶν. ἡ δὲ συγγραφὴ
ἥδε κυρία ἔστω πάντηι πάντως ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου, ὅπου ἂν ἐπεγφέρηι Ἡρακλείδης κατὰ
15Δημητρίας(*) ἢ Δημητρία τε καὶ τοὶ(*) μετὰ Δημητρίας πράσσοντες ἐπεγφέρωσιν(*) κατὰ Ἡρακλείδου. κύριοι δὲ ἔστωσαν(*) Ἡρακλεί-
δης καὶ Δημητρία(*) καὶ τὰς συγγραφὰς αὐτοὶ τὰς αὑτῶν φυλάσσοντες καὶ ἐπεγφέροντες κατ᾽ ἀλληλως(*). μαρτερες(*)
Κλέων Γελῶιος, Ἀντικράτης Τημνίτης, Λῦσις Τημνίτης, Διονύσιος Τημνίτης, Ἀριστόμαχος Κυρηναῖος, Ἀριστόδικος
Κῶιος.
(seal) (seal) (seal) (seal)
Apparatus
^ 1-2. l. τεσσαρε|σκαιδεκάτωι
^ 2. or Ἡρακλείδης Τημνίτης
^ 4. l. ἱματισμὸν
^ 5. l. τὸ αὐτὸ
^ 6. or Λεπτίνου καὶ Ἡρακλείδου
^ 6. l. ἐὰν
^ 7. l. ὧν
^ 10. l. ἐὰν
^ 10. l. ποιῶν
^ 10. or δοκιμάσωσιν
^ 11. l. τὴν
^ 12. l. ἐκ
^ 13. or καὶ ἐκ τῶν
^ 15. or Δημητρίαι
^ 15. l. οἱ
^ 15. or συμπράσσοντες, ὅπου ἂ[ν ἐπ]εγφέρωσιν
^ 15. l. ἔσθωσαν
^ 16. or τε καὶ Δημητρία
^ 16. l. ἀλλήλων
^ 16. l. μάρτυρες, or μάρτυρες