Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62374)

BGU II 614 TM Nr. 9264

Titel: keiner

Arsinoites 217, 7. Apr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XII, S. 14 BL online
Inhalt Eingabe, Marcus Aurelius Iulius Ptolemaios an den Strategen Aurelius Dionysios, Erbschaft, Weg durch die Instanzen vom Präfekten abwärts
Erwähnte Daten
  • Z. 10-19: 26. Dez. 216
  • Z. 21: 25. Jan. 217
  • Z. 7-29: 16. Febr. 217
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Αὐρηλίῳ Διονυσίῳ σ[τρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος]
παρὰ Μάρκου Αὐρηλίου [Ἰουλίου Πτολεμαίου σησκουπλικιαρίου ἴλ]ης Ἀντωνινιανῆς Γαλικῆς τούρμης Ἀτιλλιανοῦ διὰ
Αὐρηλίου Λογγίνου τοῦ κ̣[αὶ - ca.31 -]  ̣ας προχρημ(ατίζοντος) ἀπὸ κώμης Καρ[α]νίδος φρ[ο]ντιστοῦ. οὗ παρε-
κόμισα ἀπὸ διαλογῆς δ̣[ημοσιώσεως χρηματισμοῦ τὸ ἀντίγραφον ὑπόκ]ειται· καὶ ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περὶ σε ὑπηρετῶν, ὅπως
5μεταδοθῇ Αὐρηλίοι[ς Λογγίνῳ - ca.23 - κλη]ρονόμοις Λογγινίας τῆς καὶ Θερμουθαρίου τῆς διὰ τοῦ
διαστολ(ικοῦ) ἐνγεγραμμένη̣ς̣ ἐν̣  ̣[- ca.29 -] ἔστι δέ·
Αὐρήλιος Ἀπολλώνιος ὁ ἱερ[εὺς καὶ ἀρχιδικαστὴς στρ(ατηγῷ) τοῦ Ἀρσινοίτ]ου Ἡρακλείδου μερίδος. τοῦ δεδομένου ὑπομνήματος ἀντίγρ(αφον)
μεταδοθήτω ὡς ὑπόκ[ειται. (ἔτους) κε Μάρκου Αὐρ]ηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ κβ.
Αὐρήλιος ⟦Ἡρα⟧ [- ca.32 - Ἁρποκρ]ατίωνος σεσημ(είωμαι) Μεχε[ὶ]ρ κβ.
10γρ(αφὴ) καταλο[γε]ί̣[ου - ca.20 - Αὐρηλίῳ Ἀπολλωνί]ῳ τῷ πρὸς τῷ μέρει τοῦ τῆς πόλεως γυμνασίου ἱερεῖ ἀρχιδικαστῇ
καὶ πρὸς τῇ ἐ[πιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων] κριτηρίων παρὰ Μάρκου Αὐρηλίου Ἰουλίου Πτολεμαίου σησκου-
πλικιαρίου εἴ[λης](*) [Ἀντωνινιανῆς Γαλικῆς τούρμης Ἀτιλλιανοῦ.] προσελήλυθα διὰ βιβλιδίων τῷ λαμπροτάτῳ ἡγεμόνι
Οὐαλερίῳ Δάτ[ῳ - ca.25 - τῆς σ]υμβιωσάσης μοι γυναικὸς φωκαρίας Σεμπρωνίας Τασουχαρίου
ἀναλωμάτων δ̣η̣μ̣ο̣[σίων - ca.25 -]σθαι ὑπὸ τῆς μητρὸς αὐτῆς Λογγινίας Θερμουθαρίου. οὐ μετʼ οὐ πολὺ δὲ
15τελευτησάσης τῆς παιδ[ὸς - ca.23 - ε]ίλατο ἡ μήτηρ ἱκανῶς με παρακαλέσασα πεποιῆσθαι ἐκ τοῦ ἰδίου
τὴν προχρ[είαν] ποιης[- ca.24 -] παρά τε αὐτῆς τῆς μητρὸς καὶ τῶν ταύτης υἱῶν τῆς δὲ τελευτησάσης
ἀδελφῶν [Ἀσ]κληπιάδ[ου καὶ - ca.23 -] ὑπʼ ἐμοῦ ἀργύριον, ἐπεὶ καὶ τὴν ἐπιβάλλουσαν αὐτῇ τῶν πατρῴω[ν]
μερίδα αὐτ[οὶ εἰ]ς ἑαυτο[ὺς μ]ετήγαγον καὶ ἔτυχ[ον ὑπογραφῆς] οὕτως ἐχούσης· (ἔτους) κε Χοιὰκ λ εἴ τι δίκαιον ἔχεις,
[τ]ούτῳ χρῆσ[θαι] δύνασα[ι]. κόλ(λημα) ϙβ. ἅπερ   ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ μεταλα]βὼν ἑτέρῳ βιβλιδίῳ ἐπέδωκά σοι τῷ ἱερεῖ καὶ ἀρχιδικαστῇ διὰ τὴν
20στρατίαν(*) μου <οὐ> δ[υ]νόμενο[ς](*) εἰς τοὺς τόπο[υς] ἀφι[κέσθαι - ca.9 -] οἱ προκείμενοι, ἵνα δυνηθῶσιν ἀπαντῆσαι ἐπὶ τὴν δίκην
καὶ ὑπέγραψάς μοι οὕτ[ω]· (ἔτους) κε Τῦβι λ. [σαφής ἐστιν ἡ] τοῦ λαμπροτάτου ἡγεμόνος ὑπογραφή. ἀπόδος. ἵνʼ οὖν μὴ
ἀγνωσία ᾖ, εἰ αὐτοῖς   ̣[  ̣]  ̣α προσῆλθον δ  ̣[  ̣  ̣  ̣ ἐπιδίδωμι] καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλ(είδου) μερίδος τοῦ Ἀρσινοίτου στρ(ατηγῷ)
μεταδοῦναι αὐτοῖς [το]ῦδε τοῦ ὑπομνήμ[ατος ἀντίγραφ]ον, ἵνʼ εἰδῶσι τὰ προκίμενα \κ[ὰ]̓̀ν/ μὲν εὐγνωμονῶσι ὑπαντῶσι
πρὸς τὴν ἀπόδοσιν, ὧν [π]ροέχρησα εἰς τὴν [- ca.14 - δ]ραχμῶν τετρακισχειλίων(*) τὰς ἡσυχίας με ἄξοντα·
25εἰ δὲ μή, κατὰ τὴν δοθ[εῖσά]ν μοι ὑπὸ τοῦ λα[μπροτάτου ἡγεμό]νος ὑπογραφὴν διʼ ἧς καὶ σύ \μοι/ ἔδωκας ὑπογραφὴν̣(*) ἐδήλωσα[ς]
σαφῆ εἶναι χ[ρ]ησομ[ενό]ν με πρὸς αὐτοὺς η̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἐπὶ σοῦ τοῦ ἱερ]έως καὶ ἀρχιδι[κ]αστοῦ ἢ ἐφʼ ὧν ἐὰν(*) ἑτέρων δέῃ δικαστῶν,
ᾧ̣ ἔ̣χω δικαίῳ καὶ χρὴ αὐτοὺς μὴ ὑπαν[τήσαντας πρὸς τὴν ἀ]πόδοσιν ἀφικ[έσ]θαι ἐπὶ τὴν ἐσομένην μοι πρὸς α̣ὐ̣τοὺς
κατάστασιν ἀρκ[ο]υμένου [μο]υ τῇδε τῇ διαστολ[ῇ μὴ ἐλαττουμέν]ου μου, ἐν οἷς ἄλλοις ἔχω δικαίο[ι]ς, καὶ περὶ ὧν μοι ἰδίως ὀ[φ]είλι
ὁ εἷς τῶν προγε[γρ]αμμένων Ἀσκληπιάδης καὶ κ  ̣[  ̣  ̣  ̣  ̣  ̣ (ἔτους) κε Μάρκο]υ Αὐρηλίου Σεουήρο[υ] Ἀντωνίνου Εὐσεβ[οῦ]ς Καίσαρος τοῦ κυρίου Μεχε[ὶρ κβ]
30(ἔτους) κε Α[ὐτ]οκράτορος Καίσαρος Μάρικου Αὐρηλίου [Σεουήρου Ἀντωνίνου Π]αρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ
Φαρμοῦθι ιβ.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar