Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62374)

BGU I 183 TM Nr. 8944

Titel: keiner

Soknopaiu Nesos (Arsinoites) 85, 26. Apr.
Andere Publikationen M.Chr. 313
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 20; XI, S. 16; XII, S. 11 BL online
Bemerkungen Zu Z. 47 vgl. ZPE 133, 2000, S. 196.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Erman - Krebs, Aus den Papyrus der königlichen Museen (1899), S. 204-207
Inhalt Vertrag, Ehe, mit Testament
Erwähnte Daten
  • Verso: 5 - 6
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[ -ca.?- ἔτους τετ]άρτου Αὐτοκρ[άτορος Καίσαρος] Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείω(*) νο[υ]μηνίᾳ, Παχὼν
[νουμηνίᾳ(?), ἐν τῇ Σοκν]οπαίου Νήσου(*) τ[ῆς Ἡρακλείδου μερίδος τ]οῦ Ἀρσινοίτου νομοῦ {ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ}.
[ὁμολογεῖ Ὧρος Τεσε]νούφιος τ̣οῦ [Τ]εσ[ενούφιος Πέρσης τῆς] ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ τῇ ἑατου(*) ὁμοπατρίου(*)
[καὶ ὁμομητρίῳ ἀδ]ελφῆι καὶ ἔστιν αὐτ[ὴ ἡ προοῦσα καὶ συνοῦ]σα αὐτῷ γυναικὶ Ἐριέᾳ ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ vac. ?
5[μετὰ κυρίου τοῦ ἑαυτῆ]ς υἱοῦ Πεκύσιος τ[οῦ Ὥρου ὡς ἐτῶν εἴ]κοσι δύο οὐλὴ ἀντικνημίωι ἀριστερῶι ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ
[χειρὸς ἐξ οἴκου ἐφʼ] ἑατῇ(*) φέρνην ἀργυρ[ίου κεφαλαίου δραχ]μὰς εἴκοσι. συμβιούτοσαν(*) οὖν ἀλλήλοις τῶν(*) γαμούντων(*) καθὼς καὶ προεγαμοῦσαν, ἐπιχωρη-
[γοῦντος](*) [Ὥρου τὰ δέοντα] πάντα καὶ τὸν ἱματισ[μὸν καὶ τὰ ἄλλα ὅσα] κ̣αθ[ήκει] γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου ἐνδημῶν καὶ ἀποδῶν(*) ἐν τοῖς κατὰ τὴν συνβίω-
[σιν χρονοις αὐτῶν ἀκ]ατηγόρητον, ἐὰν ἐγβ[ῇ ἀποδότ]ω ὁ ὁμο[λ]ογῶ[ν Ὥ]ρος τῇ Ἐριέᾳ τὴν φέρνην ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐὰν ἀπα̣ι̣τηθ̣ῇ̣, ἐὰν δὲ μὴ ἀποδῶι,
[- ca.10 -] τῆς πράξεως οὔσης τῇ Ἐριέᾳ [ἔκ τε τοῦ ὁ]μολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐγ(*) δίκης, μενούσης δὲ ἐπὶ χώρας τῆς συν-
10[γραφῆς ταύ]της ἀπερίλυτον εἶναι. παροῦσα δὲ ἐπὶ τῆς ἀρχῆς ἡ τῶν γαμούντων μήτηρ Σαταβουτος(*) τῆς Ὥρου τοῦ Ἁρυώτου ὡς ἐτῶν ἑξήκοντα πέντε
[φακὸς χίλει τῷ ἄνω ἐ]ξ ἀριστερῶν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρίμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐρίεως ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ
[ὀφρύι δεξιᾷ καὶ συν]χωροῦσα μετὰ τὴν ἑα[υτῆς] τελευτὴν τ[οῖς] ἑαυτῆς τέκνοις Στοτοήτι καὶ Ὥρωι καὶ θυγατράσι Σουήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος
[αὐτῆς ἑτέρου υ]ἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι τῷ μὲν υἱῶι Στοτοήτι συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς
[νότου μέρους καὶ] τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐ̣λῆς, πρότερον Ψενταπιάμιος, καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶ-
15[τος ὁμοίως δὲ καὶ συ]νχωρεῖ ἡ αὐτὴ Σαταβοῦτος(*) μετὰ τὴν ἑαυτῆς τελευτὴν τῷ προγεγραμμένῳ ἑτέρωι υἱῶι Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ, κοινῶς ἐξ ἴσου
[κατὰ τὸ ἥμισυ] μέρος τῆς ὑπαρχούσης αὐτῇ ἑτεραν(*) οἰκίαν(*) καινὴν(*) καὶ αὐλὴν(*) ἐκ τοῦ πρὸς νότου μέρους καὶ τὰ συνκύροντα πάντα, τοῖς δʼ αὐτοῖς τέκ-
[νοις Ὥρωι καὶ Ἐριέᾳ] συνχωρεῖ ἡ Σαταβοῦτος(*) τέταρτον μέρος τῆς προκειμένης οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος, καὶ Ὥρωι μόνῳ συνχωρεῖ(*)
[  ̣  ̣  ̣ολὰς λ  ̣  ̣  ̣κὰς δ]ύο καὶ τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι συνχωρεῖ με[τὰ τ]ὴν ἑαυτῆς τελευτὴν τόπος(*) ψιλὸς(*) ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου
[θεοῦ μεγάλου ὄντ(?)]α καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβοὺς τοῖς δ[υ]σὶ υἱοῖς Στ[οτο]ήτι καὶ Ὥρωι μῦλον θηβαικὸν καὶ ὅσα ποτὲ ἐὰν καταλείψῃ ἐπίπλοα
20[σκεύη καὶ ἐνδομε]νίαν πᾶσαν καὶ ἐπιτροπεύουσαν καὶ ἀνε̣[  ̣  ̣]  ̣η̣γ̣ε̣τεύουσα̣[ν κ]αὶ τῇ θυγατρὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβοῦτος(*) τὸν περὶ αὐτῆς γυναικῖον(*) κόσμον
[καὶ τῇ θυγατρὶ Σο]ή[ρ]ει ὁμοίως συνχωρεῖ(*) ἡ Σαταβοῦ[ς] μετὰ τὴν ἑαυτῆ̣ς τελευτὴν τὸ λοιπὸν ἥμισοι(*) μέρος τῆς προγεγραμμένης πρότερον
[Ψενταπιάμιος οἰκίας] καὶ αὐλὴ(*) καὶ τοῖ[ς] τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι ἑκάστῳ
[ἀ]νὰ ἀργυ[ρίου δρ]αχμὰς ὀκτὼ ἐ̣φ̣ʼ [ᾧ] ἀποδώσου[σι]ν οἱ δύο̣ [  ̣  ̣]  ̣  ̣ Στοτοήτι καὶ Ὣρωι ἃς ὀφίλει(*) ἡ Σαταβοὺς διὰ χειρὸς ἀγράφ̣ως ἀργυρίου
δραχμὰς ὀκτακοσίας, εἶναι δὲ αὐτοῖς κοινῶς ἐξ ἴσου τὴν προσήκουσα(*) τῇ Σαταβοῦτος(*) ταφὴν καὶ {σ}κηδίαν ἀνεγλόγιστα(*), ἐφʼ ὃν χρόνον
25ζῶσα ᾖ Σαταβούς, ἔχειν αὐτὴν τὴν ἐξουσίαν τῶν ἰδίων πάντων πολεῖν(*) ὑποτίθεσθαι διαθέσθαι οἷς ἐὰν βούληται ἀπαραποτίσ-
τως(*). ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ὧρος Στοτοήτιος ὡ(ς) (ἐτῶν) κ̣δ̣ οὐλὴ μετώπωι μέσωι καὶ τῆς Ἐριέας καὶ τοῦ κυρίου Λε̣ο̣νίδης
τ̣ο̣ῦ̣ Ζωίλου ὡ(ς) (ἐτῶν) κδ οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ [τ]ῆς Σ[αταβοῦτ]ος καὶ τοῦ κυρίου Στοτοήτιος τοῦ Ἀπύγχεως ὡ(ς) (ἐτῶν) ξ οὐλὴ πήχει ἀριστερῶι.
(hand 2) Ὧρος Τεσενούφεος τοῦ Τεσενούφεος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶι(*) ἔχειν παρὰ τῆς συνούσης καὶ προ<γα>μ̣ο̣ύσης μου γυναικὸς
Ἐ[ρι]έ[ας] τῆς Τεσενούφεος μετὰ κυρίου τοῦ ἑατῆς(*) υἱοῦ Πεκύσεος(*) τοῦ Ὥρου τὰς τῆς φερνῆς ἀργυρίου δραχμὰς εἴκοσι κα-
30θ̣ὼ̣ς̣ π̣ρ̣ό̣κ̣ειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὧρος Στοτοήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. (hand 3) Ἐριεὺς τῆς(*) Τεσενούφιος μετὰ κυρίου
τοῦ υἱοῦ Πακύσιος τοῦ Ὥρου δέδωκα τὴν προκιμένην(*) φερνὴν ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκιται(*). ἔγραψεν ὑπὲρ αὐτῶν Λεο-
ν[ίδης Ζω]ίλου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. (hand 4) Σαταβοὺς τῆς(*) Ὥρου τοῦ Ἁρυώτου μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς
[αὐτῆς] Τανεφρέμμιος υἱοῦ Στωτοήτιος(*) τοῦ Ἐριέως ὁμολογῶ συνκεχωρηκέναι(*) μετὰ τὴν ἐμὴν τελευ-
[τὴ]ν τοῖς τέκνοις [μο]υ Στοτοήτι καὶ Ὥρωι καὶ Σοήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος μου
35ἑτέ[ρο]υ υἱοῦ Τεσενούφι(ος) υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ οἰκίαν καὶ αὐ-
λὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ
μέρους, πρότερον Ψενταπιάμις καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς
π[ρότ]ερο[ν Π]ατουλ[ῶ]τος καὶ τῷ Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ ὁμοίως συνχωρῶ ἑκάστο(*) κατὰ
τὸ ἥμ̣υσο̣ν̣[ μέρο]ς οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους, τοῖς αὐτοῖς ὁμοίως συνχωρῶ {το̣ῖς}
40{α[ὐτοῖς]} [κοινῶς] ἐξ ἴσου τέταρτον μέρος οἰκίας καὶ αὐλῆς πρότερον Ψενταμιαμις(*) καὶ τῷ Ὥρῳ μόν-
[ῳ συνχωρῶ   ̣  ̣]ο̣λὰς λ̣[  ̣  ̣]  ̣κὰς δύο καὶ τῇ θυγατρὶ Σοήρι ὁμοίως συνχωρῶ ἥμυσον(*) μέρος τῆς πρότε-
[ρον Ψενταπι]άμις [οἰκ]ια(*) καὶ αὐλὴ(*), τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸ(*) ὑπάρχον(*) μοι ἐντὸς περιβόλου
[ἱεροῦ Σοκνο]π[αίου] τόπος(*) ψιλὸς(*) κα[ὶ μ]ῦλον θηβαικὸν σὺν τραπέζης(*) καὶ τοῖς αὐτοῖς δυσὶ Στοτο-
[ήτι καὶ Ὥρῳ συν]χωρῶ [  ̣  ̣]τ̣α[  ̣]α[  ̣]αλ̣ι[  ̣  ̣  ̣]με  ̣  ̣  ̣  ̣[  ̣  ̣]   ̣  ̣  ̣  ̣κ  ̣  ̣ καὶ Στοτοήτι καὶ Ὥρωι κλείνας(*) τέσσαρας
45[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ καὶ τοῖς το]ῦ [τ]ετε[λε]υτηκ[ότος μου ἑτ]έρου υἱοῦ [Τ]εσενούφις(*) τέκνοις Στοτοήτι καὶ Ὥρῳ συν-
[χωρῶ   ̣  ̣  ̣  ̣ ἀργυρίου δρ]αχμ[ὰς ὀ]κτὼ [ὡς] πρόκειτα[ι. ἔ]γραψεν [ὑ]πὲρ αὐτῶν Στοτοῆτις Ἀπύγχ-
[εως διὰ τὸ μὴ εἰδέναι γράμμ]α[τ]α. [(hand 5) γραμματ(?)]εὺς τ̣οῦ [ἐν τῇ Σοκν]οπαίου [Ν]ήσου [γρα]φίου(*).
v
(hand 1) Traces Σ̣α̣ταβοὺς Traces τα  ̣  ̣  ̣  ̣να
Traces 2 lines
3(stamp) (stamp)
sigl
(ἔτους) δ Αὐτοκράτορος Καίσαρος Δ̣ο̣μ̣ι̣τιανοῦ Σεβασ̣τ̣ο̣ῦ̣ Γερμ̣α̣ν̣ι̣κ̣ο̣ῦ̣
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar