Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Ἀ]μμων[ᾶ] \ἀμφότεροι/ ἀπὸ χώρας Χενεβριτῶν τοῦ Μαρεώτου Αὐρηλίῳ
Ἀ[ν]τινόῳ π(ριμι)π(ιλαρίῳ)(*) ἐπάρχου Αἰγύπτου vac. ? χαίρειν.
ὁ[μο]λογοῦμεν πεπρακέναι σοι κάμηλον ἄρρενα ἀραβικὸν τῷ
5[σ]ώματι κατηρτυκότα τειμῆς(*) ἀργυρίου Σεβαστῶν νομίσματος
τ[αλ]άντων ιϛ καὶ δραχμῶν τρισχειλίων(*) , ἅπερ ἐντεῦθεν ἀπέσ-
[χ]αμεν παρὰ σοῦ πλήρης διὰ χειρὸς ἐξ οἴκου σου καὶ παρα-
[δε]δώκαμέν σοι τὸν κάμηλον ἀχάρακτον ὑγίην(*) καὶ ἀσινῆν
πρὸς τὸ ἀπὸ τοῦ νῦν παριληφότα(*) σεαυτὸν ἐξουσίαν ἔχειν
10ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν
αἱρῇ, ἐφʼ ὃν καὶ οὐκ ἐπελευσόμεθα οὔτε ἡμῖς(*) οἱ πεπρακότες
οὔτε ἄλλος ὑπὲρ ἡμῶν οὐδεὶς κατʼ οὐδένα τρόπον, τὸν δὲ καὶ
ἐπελευσόμενον ἢ ἐμποιησόμενον τοῦ πεπραμένου καμή-
λου ἢ μέρους αὐτοῦ χάριν ἡμεῖς αὐτὸν ἀποστήσωμεν καὶ
15ἐκδικήσωμεν παραχρῆμα τοῖς ἰδίοις ἑαυτῶν δαπανήμασιν
καθάπερ ἐκ δίκης, καὶ ἐγράφη ἡ ὁμολογεία(*) μοναχὴ ἐπὶ ὑπο-
[γρ]αφῆς ἡμῶν καὶ κυρία ἔστω καὶ ἐπερωτηθέντες ὡμο-
[λο]γήσα[μεν]. ἔτους πέμπτου τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
Δ[ι]οκλητιανοῦ καὶ ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου
20Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστῶν Μεσορὴ πέμπτῃ.
(hand 2) Αὐρήλιος Ἀμμῶνις ἀπὸ χώρας Νεθειτῶν ἀξειοθεὶς(*) ὑπαὶ-
ρ(*) ἀτῶν(*) γράματα(*) μεὶ(*) εἰδώτων(*) ἔγραψα ὑπαὶρ(*) ἀτῶν(*).