Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 61549)

UPZ II 175 b TM Nr. 3635

Verkauf choachytischer Rechte durch Ὀννῶφρις Ὥρου

Theben 145 v.Chr., 5. Jan.
Andere Publikationen SB I 4506 (= Z. 4)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 364/365
Bemerkungen Griechisch - demotisch.
Trismegistos ermöglicht den Link zu Metadaten für diesen bilinguen Text bei DAHT
Inhalt Quittung, Bank, Steuern
Erwähnte Daten
  • Z. 4: 31. Jan. 145 v.Chr.
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
arp
1
ἀντίγραφ[ον συ]νγραφῆς Αἰγυπτίας μεθηρμηνε[υ]μένης
κατὰ δύ[ναμιν].
ἔτους λϛ [Ἁθὺ]ρ ιη μετὰ τὰ κοινά· τάδε λέγει χ[οα]χύτης
τῶν Διὸ[ς] π[όλε]ως τῆς Μεγάλη[ς] Ὀννῶφρις Ὥρου μητρὸς
5Σενποήρ[ιος ὡς] (ἐτῶν) μ εὐμεγέθης, μελάγχρως, κοιλ[ό]φθαλμος,
ἀναφάλαν[τος] Ὥρωι Ὥρου μητ[ρ]ὸς Σενποῆριος· ηὐδόκησάς με
τῆς τιμ[ῆς το]ῦ ἡμίσους τοῦ [τρί]του λογείας τῶν κειμένων
νεκρῶν [ἐν] Θυναβουνοὺν ἐν τ[ῆι Λ]ιβύηι τοῦ Περὶ Θήβας
ἐν τοῖς Με[μνο]νείοις, ὁμοίως καὶ ἡμίσους τοῦ τρίτου λειτουργιῶν
10καὶ τῶν ἄλλ[ων], ὧν τὰ ὀνόματα· Ἰμούθης Σποτοῦτος σὺν
τέκνοις [καὶ πά]ντων, Χαποχράτης Νεχθμώνθου σὺν τέκνοις
καὶ πάντω[ν, Ἁ]ρσιῆσις Νεχθμώνθου ὁμοίως, Πετεμεστοῦς
Νεχθ[μώνθου] ὡσαύτως, Ἁρσιῆσις Ζμίνιος ὁμοίως,
Ὀσοροῆρις [Ὥρ]ου ὁμοίως, Σποτοῦς Χαποχώνσιος ὡσ[α]ύτως
15ζωγλύφ[ος, ἀ]φʼ ὧν ἐπιβάλλει Ἁσῶτι Ὥρου μητρὸς [Σ]ενποηρις(*)
τῶι νεω[τ]έρ[ωι] σου ἀδελφῶι τῶν αὐτῶν χοαχυτῶν τὸ ἥμισυ
τοῦ προει[ρη]μέ[ν]ου τρίτου μέρους λειτουργιῶν καὶ καρπειῶν καὶ
[τ]ῶν ἄλλω[ν, ἃ ἀ]πεδοτο(*) αὐτῶι ἐν τῶι λϛ (ἔτει) Ἁ[θ]ὺρ ἐπὶ βασιλέως
αἰωνοβίου εἰς [π]λήρωσιν τοῦ τρίτου , καὶ τοῦ ἡμίσους καρπειῶν
20καὶ τῶν ἄλλων [ν]εκρῶν ἐν τό̣π̣(ωι)(*) Πατεστήμει σὺν τέκνοις καὶ
πάντων κ[αὶ] ἡμίσους καρπειῶν < > ἐπιβαλλόντων μοι ἐν τοπ̣(*)
Πετεχών[σ]ιος γαλακτοφόρου καὶ τόπου ἁσιῆτος καλουμένου
Φρεκάγυτο[ς] σὺν τῶν ἐν αὐτῶι νεκρῶν, ἀφʼ ὧν ἐπιβάλλει
τῶι αὐτῶι Ἁ[σ]ῶτι τὸ ἥμισυ , ἃ ἀπεδόμην αὐτῶι. σά εἰσιν
25καὶ ἔχω αὐ[τ]ῶν παρὰ σοῦ τὴν τιμὴν καὶ κουθὲν(*) σοι ἐγκαλῶ
περὶ αὐτῶν [ἀ]πὸ τῆς σήμερον. ἐὰν δέ τις σοι ἐπέλθηι
περὶ αὐτῶν, ἀποστήσω αὐτόν. ἔγραψεν Ὧρος Φάβιτος ὁ παρὰ τῶν
ἱερείων(*) τ[οῦ] Ἀμονρασονθὴρ καὶ τῶν συννάων θεῶν μονο-
γράφος. μάρτυρες· Ἑριεὺς Φατρέους, Πετεαρπρῆς Πατευτήμιος,
2
Πετεαρπ[ο]χράτης [Ὥρ]ου, Σναχομνεὺς Πετεύριος, Σναχομνεὺς
Ψενχώνσ[ι]ος, Τοτ[ο]ῆς Φίβιος, Πόρτις Ἀπολλωνίου, Ζμῖνις
Πετεμεστοῦτος, Πετευτῆμις Ἁρσιήσιος, Ἀμονορταῖσις
Πακήμιος, Ὧρος Χιμναραῦτος, Ἁρμῆνις Ζβενδήτιος,
35Μαῆλις Μίρσιος, Ἀντίμαχος Ἀντιγένους, Πετοφῶις Φίβιος,
Πανᾶς Πετοσίριος (γίνονται) μάρτυρες ιϛ.
——
ἀντίγραφον πτώματος. ἔτους λϛ Χοίαχ θ τέ(τακται) ἐπὶ τὴν ἐν Διὸς πό(λει)
τράπεζαν, ἐφʼ ἧς Λυσίμαχος, (εἰκοστῆς) ἐγκυ(κλίου) κατὰ διαγραφ[ὴ]ν Ἀσκληπιάδου καὶ
Ζμίνιος τελωνῶν, ὑφʼ ἣν ὑπογρ(άφει) Πτολεμαῖος ὁ ἀντιγρ(αφεὺς), Ὧρος Ὥρου
40χοαχύτης ὠν\ῆς/ τῶν λογευομένων διʼ αὐτῶν χάριν τῶν κειμένων
νεκρῶν, <ἐν οἷς ἔχουσιν> ἐν Θυναβουνοὺν ἐν τοῖς Μεμνονείοις τῆς Λιβύης
τοῦ Περὶ Θή(βας) τάφοις, ἀνθʼ ἧς ποιοῦνται λειτουργίας, ἃ ἐωνήσατο
παρὰ Ὀννώφριος τοῦ Ὥρου, χαλκοῦ (ταλάντων) γ τέ(λος) ϡ (γίνονται) ϡ.
——
Λυσίμαχος τρα(πεζίτης).
brp
(hand 1) ἔτους λϛ Χοίαχ θ τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Λυσίμαχος, εἰκοστῆς ἐγκυκλίου κατὰ διαγραφὴν Ἀσκληπιάδου καὶ Ζμίνιος τελωνῶν, ὑφʼ ἣν ὑπογράφει Πτολεμαῖος ὁ ἀντιγραφεύς,
Ὧρος Ὥρου χοαχύτης ὠνῆς τῶν λογευομένων διʼ αὐτῶν χάριν τῶν κειμένων νεκρῶν, ἐν οἷς ἔχουσιν <ἐν Θυναβουνοὺν> ἐν τοῖς Μεμνονείοις τῆς Λιβύης τοῦ Περὶ Θήβας τάφοις, ἀνθʼ ἧς ποιοῦνται λειτουργίας,
ἃ ἐωνήσατο παρʼ Ὀννώφριος τοῦ Ὥρου, χαλκοῦ (ταλάντων) γ τέλος <οὗ> ἀλ(λαγὴ) ἐνακοσίας (γίνονται) ϡ. Λυσ(ίμα)χος τρα(πεζίτης).
(hand 2) Ἀπολλώνιος ὁ πρὸς τῶι γραφίωι τοῦ Περὶ Θήβας μετείληφα εἰς ἀναγραφὴν (ἔτους) λϛ Τῦβι ε.
c
ἔτους λϛ Χοίαχ θ τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Λυσίμαχος,
εἰκοστῆς ἐγκυκλίου κατὰ διαγραγὴν Ἀσκληπιάδου καὶ Ζμίνιος τελωνῶν, ὑφʼ ἣν ὑπογρά(φει)
Πτολεμαῖος ὁ ἀντιγρα(φεύς), Ἁσῶς Ὥρου χοαχύτης ὠνῆς τῶν λογευομένων διʼ αὐτῶν χάριν τῶν
κειμένων νεκρῶν, ἐν οἷς ἔχουσιν <ἐν Θυναβουνοὺν> ἐν τοῖς Μεμνονε[ί]οις τῆς Λιβύης τοῦ Περὶ Θήβας τάφοις, ἀνθʼ ἧς
5ποιεῖται λειτουργίας, ἃ ἐωνή(σατο) παρʼ Ὀννώφριος τοῦ Ὥρου ἐν τῶι λϛ (ἔτει) Ἁθύρ   ̣  ̣  ̣  ̣
χαλκοῦ (ταλάντων) γ τέλος ἐνακοσίας (γίνονται) ϡ. Λυσίμαχος τρα(πεζίτης).

Apparatus


^ 1.15. l. [Σ]ενποῆριος
^ 1.18. l. [ἀ]πεδόμην
^ 1.20. corr. ex θυ
^ 1.21. l. τόπ<ωι(?)>
^ 1.25. l. οὐθὲν
^ 1.28. l. ἱερέων
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar