Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 61561)

SB V 7655 TM Nr. 36225

Brief

Hermopolites 1. Hälfte (?) VI
Material Papyrus
Übersetzungen
verbergenanzeigen
Englisch:
  • C.H. Roberts, JEA 21, 1935, S. 53-54
Inhalt Brief (privat), N.N. an N.N., Einladung, Richtigstellung von Gerüchten über den Sohn
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1ἀ̣ξι̣[ω]τ[ -ca.?- ]
ε̣ὐχαρ[ι]στ[ῶ ὑμῖν   ̣  ̣  ̣  ̣  ̣]νι̣[  ̣  ̣]θως ὅτι
συνήλθατ[έ μοι -ca.?- ]ο̣υ̣τ̣ο̣υ   ̣[  ̣]κ̣ατά[γ]ῃ
ἀπὸ Σιγκέρη· ἐκεῖνο μάθητε δ̣ὲ̣ θ̣[έ]λ̣ω̣   ̣  ̣  ̣,
5ὅτι ἐγὼ ὅλα τὰ πράγματά μ̣ο̣υ̣ ἐπιρίπτω
εἰς ὑμᾶς, ἐπειδὴ πεπληροφόρημαι,
ὅτι φιλεῖτε ἐμὲ ὁλοψύχως καὶ ἐγὼ κατα̣ρ̣  ̣[ -ca.?- ]
ἀγαπῶ ὑμᾶς καὶ προσκυνῶ καὶ ὡς
ἀδελφοὺς ὑμᾶς ἔχω γνησίως· ἀπέλυσα
10πρὸς ὑμᾶς ἀπὸ προίας(*) σήμερον
Γεώργιον τὸν διοικητήν, ἵνα ἔλθῃ
ἐγγὺς ὑμῶν· παρακαλῶ δὲ ὑμᾶς συνελθε̣ῖ̣[ν]
μοι εἰς ὅλα τὰ πράγματά μου καὶ εἰς τ̣ὸ χωρίον
μου, ἐπειδὴ εἰς ὑμᾶς ἔχω μετὰ θεὸν
15τὰς ἐλπίδας μ̣ο̣υ̣ καὶ ἀπομεριμνῶ,
ὅτι οὐκ ἀφεῖτε τὰ χωρία μου διαστραφῆ̣[ναι],
ἀλλὰ καὶ τούτου οἴκου συγκ̣ρατεῖτε ἐν
χρείᾳ· ἐγράψατέ μοι δὲ περὶ Ἀναστασίου
τοῦ μικροῦ, καὶ ἐπειδὴ χρεωστῶ ὑμᾶς
20πληροφορῆσαι, πίστευσον· οὐδὲν τῶν
λεχθέντων ὑμῖν ἐστιν ἀληθὲς πλὴν
ὡς μῶρος καὶ παιδίον καὶ ἀνόητος·
αὐτὸς ἔγραψέν μοι ἐπιστολὴν πρεπουσα(*)
τῇ ὄψει αὐτοῦ καὶ τῇ φρονήσει τῇ ματαίᾳ·
25καὶ ἐπειδὴ παιδίον ἐστὶν καὶ μῶρος,
ἰδοὺ κατάξω αὐτόν· φυλάττω δὲ τὴν
ἐπιστολὴν αὐτοῦ, ἵνα ὑποδείξω ὑμῖν
ἐρχόμενος· καὶ σωφρονήσητε(*) αὐτόν,
ἐπειδή, ἐξότε ἀπέστη ἐκ τοῦ πατρὸς
30αὐτοῦ, ἄλλας πληγὰς οὐκ ἔλαβεν καὶ
θέλει ὀλίγας λαβεῖν· ἠθείσθη(*) γὰρ
ὁ νῶτος αὐτοῦ καὶ τὴν συνήθειαν ζητ̣ε̣ῖ̣·
ταῦτα γράψας γνησίως ἀσπάζομαι
τοὺς μεγαλοπρεπεστάτους ὑμᾶς †.

Apparatus


^ 10. l. πρωίας
^ 23. l. πρέπουσα<ν>
^ 28. l. σωφρονίσατε
^ 31. l. εἰθίσθη
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar