Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 61549)

BGU VI 1278 TM Nr. 2674

Getreidedarlehn

Tholthis (Oxyrhynchites) 215 - 214 v.Chr.
Andere Publikationen SB III 6272
Material Papyrus
Bemerkungen Tage: Artemisios. Rückseite: BGU VI 1299.
Inhalt Vertrag, Darlehen, Getreide
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου
ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελ-
φῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινό-
ης τῆς Σωσιβίου μηνὸς Ἀρ̣τ̣ε̣μ̣ι̣σ̣ί̣ο̣υ̣ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Νεοπτόλε-
5μος Νουμηνίου Πέρσης τῆς ἐπιγονῆς Θεοκλεῖ Κορνιθίωι τῶν Φίλωνος ἰδιώτηι ὀ̣λ̣υ-
ρῶν ἀρτάβας πεντήκοντα , ἀποδότω δὲ Θεοκλῆς Νεοπτολέμωι τὸν σῖτον
τοῦτον ἐμ(*) μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους ὄλυραν καθαρὰν καὶ ἄδολον μέτρω̣ι̣
χόϊ τῶι Ἀριστολόχου μετρήσει δικαίαι καὶ ἀπενενκάτω(*) τὰ̣ Νεοπτολέμου [ἰ-]
δίω[ι ἀ]νηλώμα[τι· ἐ]ὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτει-
10σάτω Νεοπτολέμω[ι τιμ]ὴν τῆς ἀρτάβης ἑκάστης τῶν ὀλυρῶν δραχμὰς τέσ-
σαρας κ̣α̣ὶ̣ ἡ [πρᾶ]ξις ἔστω Νεοπτολέμωι παρὰ Θεοκλέους πράσσοντι κατὰ τὸ
διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βε vac. ?
βασιλεύοντος Πτολεμαίο̣υ̣ τ̣ο̣ῦ̣ Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ί̣ο̣υ̣ κ̣α̣ὶ̣ Βερεν̣ί̣κ̣η̣ς̣ θ̣ε̣ῶ̣ν̣ Ε̣ὐ̣-
15εργετῶν ἔτους ὀγδόου ἐφʼ ἱ̣ε̣ρ̣έως Πτολεμαίου τοῦ Πτο̣λ̣ε̣μ̣αίου
τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θ̣ε̣ῶ̣ν̣ Εὐ-
εργετῶν καὶ θε̣ῶ̣ν̣ [Φιλοπατόρων κανηφόρου Ἀρσινόης]
Φιλαδέλφου Ἀρσιν[όης τῆς Σ]ω̣σ̣ι̣β̣ί̣ο̣υ̣ μη[νὸς   ̣  ̣  ̣]  ̣[  ̣  ̣  ̣  ̣  ̣ ἐν Θώλ-]
θει τοῦ Ὀξυ̣[ρ]υ̣γχίτου νομο̣ῦ̣. [ἐδάνεισεν Νεοπτόλε-]
20μ̣ο̣ς̣ Ν̣ο̣υ̣μ̣η̣ν̣ίου Πέρσης τῆς ἐπιγονῆς̣ [Θεοκλεῖ]
Κορινθίωι τῶν Φίλωνος ἰ̣διώ[τηι ὀλυρῶν ἀρτάβας πεντή-]
κοντα · ἀποδότω δὲ Θεοκλῆς Νεοπτο[λέμωι τὸν σῖτον]
τοῦτον ἐμ(*) μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτου[ς] ὄ̣λ̣υ̣ρ̣α̣[ν καθα-]
ρὰν καὶ ἄδολον μέτρωι χόϊ τῶι Ἀ̣ρ̣ι̣σ̣τ̣ολ̣[ό]χο̣υ̣ [μετρήσει]
25δικαίαι καὶ ἀπενενκάτω(*) εἰς τὰ Νεοπτο[λ]έμ[ου ἰδίωι]
ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι [κατ]ὰ τὰ [γεγραμμένα]
ἀποτεισάτω Θεοκλῆς Νεοπτολέμωι τι[μὴν τῆς ἀρ-]
τάβης ἑκάστης τῶν ὀλυρῶν [δ]ρα̣[χ]μὰς τ[έσσαρας]
καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι πα̣[ρὰ] Θε̣[ο]κ̣[λέους πράσ-]
30σοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγ̣γ̣ρ̣α̣φ̣ὴ̣ [ἥδε κυρία]
ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες·
Μενέδημος Μενάνδρου Θεσσαλὸς τῆς
ἐπιγονῆς τῶν κεκληρουχημένων
τῆς κάτω τοπαρχίας τῆς ὑπὸ Τηλ[έμαχον(?)]
-- -- -- -- -- -- -- -- -- --
v
(ἔτους) η δάνει[ον πρὸς]
Θεο[κλ]ῆν λ̣α̣[ -ca.?- ]

Apparatus


^ r.7. l. ἐν
^ r.8. l. ἀπενεγκάτω
^ r.23. l. ἐν
^ r.25. l. ἀπενεγκάτω
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar