Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ἔτους ιϛ Φαμενὼθ κθ ἐν Διὸς πόλει τῆι Μεγ[άλ]η[ι]
τῆς Θηβαίδος ἐπὶ Διονυσίου ἀγορανόμου τοῦ Περὶ Θήβας.
ἐδάνεισεν Ἁρσιῆσις Ὥρου τῶν ἀπὸ τῆ[ς] Διὸς πόλεως
χοαχυτῶν Ἀσκληπιάδι τῆι καὶ Σενι[μούθει τῆι]
5Πανᾶτος Περσίνηι μετὰ κυρίου Ἁρπαήσιος τοῦ
Χεσθώτου τῶν ἀπὸ τῆς αὐτῆς Διὸς πόλεως ἐνταφιαστῶν
πυροῦ ἀρτάβας εἴκοσι δύο ἥμισυ ἀτόκους. τὸ δὲ δά(νειον)
τοῦτο ἀποδότωι(*) Ἀσκληπιὰς Ἁρσιήσει ἐμ(*) μ(ηνὶ) Παχὼν λ
τοῦ αὐτοῦ ιϛ (ἔτους) πυρὸν νέον, καθαρόν, ἄδολον, (πυροῦ) (ἀρτάβας) \κβ 𐅵/ χ,
10καὶ ἀποκαταστησάτωι(*) εἰς οἶκον πρὸς αὐτὸν τοῖς
ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀποδῶι(*), καθὰ γέγρα(πται),
ἀποτεισάτωι(*) τὸ δάνειον τὰς τοῦ (πυροῦ) (ἀρτάβας) κβ 𐅵
ἑκάστης (ἀρτάβης) τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμὴν
παραχρῆμα ἡμιόλιον. ἡ δὲ πρᾶξις ἔστωι(*) Ἁρσιήσει
15ἔκ τε α(ὐτῆς) Ἀσκληπιάδος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆι
πάντων πράσσοντι καθάπερ ἐγ(*) δίκης. τοῦτο δʼ ἐστὶν
τὸ δάνειον ὃ ἀνωμολογήσατο ἔχειν παρʼ αὐτοῦ
ἀνθʼ ὧν προώφειλεν(*) ὁ προγεγραμμένος αὐτηι(*)
πατὴρ Πανᾶς τῶι τοῦ Ἁρσιήσιος πατρὶ Ὡρος(*) κατὰ
20συμβόλαιον Αἰγύπτιον (πυροῦ) (ἀρταβῶν) ιδ.
Πτολεμαῖος ὁ παρὰ Διονυσίου κεχρη(μάτικα).
——
vτῆς Θηβαίδος ἐπὶ Διονυσίου ἀγορανόμου τοῦ Περὶ Θήβας.