Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 2) παρε(τέθη)
(hand 1) παρὰ Ἀπολλωνίου Εὐτυχίδου τοῦ κ(αὶ)
Ὡρίωνος Ἀπολλωνίου μητρὸς
Τερεῦτος Ἀθηναίου ἀπʼ Ὀξυρύγχ(ων)
5πόλεως. κατὰ τὰ κελευσθέντα
περὶ ἐπικρίσεως τῶν προσβαινό(ν)-
των εἰς (τρεισκαιδεκαετεῖς), ἠ(*) μητροπολεῖται(*)
(δωδεκάδραχμοί) εἰσιν, ἐτάγη ἐπʼ ἀμφόδου
Δεκάτης Σαραπίων οἰκογ(ενὴς)
10δοῦλός μου καὶ τῆς ὁμογνη(σίας)
μου ἀδελφῆς Ἑλένης τῆς κ(αὶ)
Ἀθηναίδος πρότερον τοῦ
ἀμφοτέρων πατρὸς Εὐτυ-
χίδου τοῦ καὶ Ὡρίωνος ἐγ(*) δούλ(ης)
15Λήδας προσβεβηκὼς εἰς (τρεισκαιδεκαετεῖς)
τῷ διελ(θόντι) ιβ (ἔτει). ὅθεν παραγενόμενος
πρὸς τὴν τούτου ἐπίκρισιν
δηλῶ αὐτὸν εἶναι (δωδεκάδραχμον) κἀμὲ(*)
ὁμοίως εἶναι (δωδεκάδραχμον) ἀναγραφόμ(ενον)
20διὰ λαογρα(φίας) τοῦ α(ὐτοῦ) διελθ(όντος) ιβ (ἔτους)
ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ καὶ ὀμν(ύω)
τὴν τοῦ κυρίου ἡμῶν Αὐρηλ(ίου)
Ἀντωνίνου Καίσαρος τύχην
[μὴ ἐ]ψ[ε]ῦσθ(αι). (ἔτους) ιγ Αὐτοκράτορος
-- -- -- -- -- -- -- -- -- --