Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀπολλώνιος Ἀπολλοδότωι χαίρειν. ἐάν τινες τῶν ἐξαγόντων
τὸν σῖτον ἐξ Συρίας διαγράφωσιν ὑμῖν ἢ τὰς τιμὰς ἢ τὸ παραβόλιον,
παραλαμβάνετε παρʼ αὐτῶν διὰ τῆς τραπέζης καὶ δίδοτε
\πρὸς ἡμᾶς/ σύμβολα διπλᾶ ἐσφραγισμένα, γράφοντες τό τε ὄνομα
5τοῦ καταβαλόντος καὶ τὸ πλῆθος τοῦ ἀργυρίου καὶ ἐὰν
ὑπὲρ ἄλλου καταβάληι.
ἔρρωσο. (ἔτους) κε, Ἀρτεμισίου ιβ.
vτὸν σῖτον ἐξ Συρίας διαγράφωσιν ὑμῖν ἢ τὰς τιμὰς ἢ τὸ παραβόλιον,