Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
―π(αρὰ)
[† ὁ θε]οφιλέστατος ἐπίσκοπος ἄπα Τιμόθεος ᾔτησεν σύμμαχον, ὥστε ἐαθῆναι εἰς τὸ κτῆμα
[τῆς] ἁγιωτάτης ἐκκλησίας ἐν τοῖς ἐπʼ αὐτῷ χωρίοις παραμυθούμενον παρʼ αὐτοῦ πρὸ̣ς̣ τω(*)
[μ]ὴ συγχωρῆσαί τινα πάλιν τῶν πέριξ ἐπηρεᾶσαι τοῖς χωρίοις αὐτοῦ, ἀλλὰ μήτε πάλιν
5ἁψιμαχείαν γενέσθαι μεταξὺ τῶ[ν ὑ]φʼ ἡμᾶς καὶ τῶν τοῦ αὐτοῦ κτήματος τῆς ἁγιωτάτης ἐκκλησίας.
καὶ ἐπειδὴ πολλὰ χρεωστοῦμεν τῷ αὐτοῦ ἀγγέλῳ, καταξιώσῃ ἡ σὴ ἀδελφότης ἐπιλέξασθαι
ἕνα φρόνιμον ἐκ τῶν μικρῶν βοηθειῶν ἡμῶν τοῦ λογιστηρίου καὶ πέμψαι μοι ἐνταῦθα
ἵνα παραγγείλω αὐτῷ καὶ παραδόσω(*) τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ. †
v[† ὁ θε]οφιλέστατος ἐπίσκοπος ἄπα Τιμόθεος ᾔτησεν σύμμαχον, ὥστε ἐαθῆναι εἰς τὸ κτῆμα