Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 202 von 62737 Suchtreffern (Gesamt: 62737) zurück weiter

UPZ I 146 TM Nr. 3538

Abschrift eines Briefes

Memphis II v.Chr.
Andere Publikationen P.Par. 64
Material Papyrus
Inhalt Brief (privat), N.N. an N.N., Kopie eines Musterbriefs, Intrigen bei einem Prozeß
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
ἐν ἧι ἐγεγράφεις Διονυσίω[ι] ἐπιστολῆι,
κατῃτιῶ τινα ὡς συνεργὸν γε[νόμ]ενον
τοῖς ἐναντίοι[ς] σου καὶ ἄγαν [μοι] προ[σ]ενεκάλεις,
ἐφʼ οἷς αὐτὸς ἐγὼ συνειλκυσμένος ὑ[πὸ τ]οῦ
5ἀνθρώπου <τῆι> πρὸς σὲ καὶ τὸν πατέρα αἱρέσει
ἱκανῶς ἐξενίσθην καὶ τούτωι ἀντιμεμφομένωι
ὧν χάριν ἐκπεποίητο εὐεργεσιῶν ὑπέδειξα
μὴ ἐπὶ βάθος σε τὸ τοιοῦτον πεποηκέναι(*),
γένοιτο δʼ ἂν πρὸς χάριν διακεκοφότας αὐτ[οὺς]
10πρὸς σὲ ἐπὶ τοσοῦτον προῆχθαι, κ[αὶ]
προσπαρεκάλεσα ἐνμένοντα ἐν τῆι αὐτῆι
πρὸς ὑμ[ᾶ]ς φ[ι]λ[ία]ι ἀντιλαμβάνεσθαι ἐν τοῖς
παραπίπτ[ο]υσιν [τῶν] καθʼ ὑμᾶς, ὃ καὶ ὑπέσχετο
διά τε τὴν προ[υπάρχο]υσαν ὑμῖν πρὸς αὐτὸν
15φιλίαν, π[ο]λὺ δέ μάλιστα διὰ τὰ νυνὶ περιέχοντα
ὑμᾶς πολλῶι προθυμ[ότερο]ν [ἔτι π]οιήσειν.
ὥστε πρὸς Διὸς καὶ σ[ὺ οὐ μόνον μὴ συ]νκατα-
γίνωσκε, ἀλλὰ καὶ   ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ὑ]ποσήμηνον
αὐτῶι, ὅπως   ̣  ̣  ̣  ̣[- ca.10 - τοὺς ἐν τῶι Μεμ]φ[ί]τηι
20καὶ Λητοῦς πόλει θεοὺς πα[- ca.10 -]  ̣  ̣  ̣
αὐτῶι ὑπὸ τῶν ἀντιδίκ[ων - ca.10 -]ε  ̣  ̣ο̣υ
περὶ ὑμῶν προσαγγέλλειν   ̣  ̣[- ca.12 -]  ̣ σοὶ
καὶ ὁπότε περὶ τῶν τοῦ πατρ[ό]ς [- ca.11 -]ων
λόγος ἐγίνετο, ἵνα   ̣  ̣[- ca.17 -]φειν
2
25καὶ ἕως τοῦ   ̣[ -ca.?- ]
καὶ τὴ̣ν̣   ̣  ̣[  ̣]  ̣  ̣  ̣λ̣  ̣  ̣  ̣  ̣[- ca.15 -]
καὶ τὸν πύργον ὑ̣μῶν ὑ̣μῶν εἰς   ̣  ̣  ̣  ̣ν ἐπ[ι]σταθμευόμενον
ἐξειρῆσθαι κα vac. ?θόλου(*) τε κα[ὶ   ̣  ̣  ̣]δεσθαι ὑμῶν
μᾶλλον μέρη τῶν ἰδ[ίω]ν κα[ὶ] ἀναγκαίων. τοῖς δὲ
30διαβάλλουσιν ὑμῶν ὑ[π]οδέχεσθαι αὐτὸν τοὺς
ἀντιδίκους τόπωι καὶ κα[θ]όλου αὑτῶι συν-
ελκύσθαι(*) μὴ προσέχετε. τὸ γὰρ τοιοῦτον ἐπι-
τηδευ⟦ην⟧(*) οὐχ ἥνεκεν(*) τ[ο]ῦ συνεργεῖν αὐτοῖς,
ἀλλὰ ἵνα δοκῇ φιλικῶς ἔχειν τὰ πρὸς αὐτούς,
35λογιζόμενος διότι εἰ ὑποδείξαι αὐτοῖς ἐναντιού-
μενον, κακῶς ἠγμένοι ἐφʼ ἕτερόν τι πρὸς τὸ
σκῦλαι ἐπιβαλοῦνται, σὺ δὲ \εἰ/ μεταλάβοις ὡς τόπον
αὐτοῖς μερίζων, ἴδιος ὢν οὐκ ἂν λυπηθείης.
διὰ δὲ τὸν ἐνεστηκότα καιρὸν συνγνώμην
40ἕξεις χάριν τοῦ τους(*) καὶ ὣς μήτε θεῶν
μήτε ἀνθρ[ώπω]ν φείδεσθαι. τεκμήριον δὲ
καὶ τούτων ἐκ [τῶν] γεγραμμένων σοι ὑπὸ Διονυσίου
διαλάβοις ἄν, ὡ[ς ἐ]ν οὐδενὶ τῶν καθʼ ὑμᾶς
παραίτιος γέγονεν.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar

zurück weiter