Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 192 von 62737 Suchtreffern (Gesamt: 62737) zurück weiter

BGU I 197 TM Nr. 8958

Titel: keiner

Dionysias (Arsinoites) 17, 14. Okt.
Material Papyrus
Inhalt Vertrag, Pacht, Land
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἔτους τετάρτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλ[αίου ἑπτακαι-]
δεκάτῃ, Φ[α]ῶφι ἑπτακαιδεκάτῃ ἐν Διονυσιάδι τῇ πρὸς τοῖ[ς χαλκωρυχίοις]
τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου ν[ο]μοῦ. ἐμίσθωσ[ε Θερμοῦθις]
Στοτοήτιος ὡς ἐτῶν πεντήκοντα οὐλὴ ὀφρύει(*) δεξιᾷ μ[ετὰ κυρίου τοῦ]
5ἑατῆς(*) υἱοῦ Πολυδεύκου τοῦ Εὐφροσύνου ὡς ἐτῶν τριάκ[οντα   ̣  ̣  ̣  ̣  ̣]
οὐλὴ μήλῳ ἀριστερῶι Σωτηρίχωι Πετεσούχου ὡς ἐτῶ[ν - ca.9 -]
οὐλὴ ῥινὶ μέσῃ καὶ τῷ τούτου υἱοῦ(*) Πετεσούχωι ὡς ἐτῶν τ̣[- ca.9 - οὐ-]
λὴ μετώπῳ ἐξ ἀριστερῶν, τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγο[νῆς ἀλλήλων]
ἐγγύοις εἰς ἔκτισιν τὸν ὑπάρχοντα αὐτῇ
10περὶ τὰ χαλκω[ρύχια πρό(τερον)]
Κεφάλωνος κλῆρον ἀρουρῶν δύο ἢ ὅσων ἐὰν ᾖ   ̣  ̣[- ca.10 -]
εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Τιβερίου [Καίσαρος]
ἐπὶ τρίτωι μέρι(*) τοῖς μεμισθωμένοις τῶν ἐγβη[σομένων]
καθʼ(*) ἔτος ἐκ τοῦ κλήρου γενημάτων καὶ ἐπιγενημάτω[ν ὄντι]
15καθαρῷ ἀπὸ δημοσίων καὶ παντὸς εἴδους· μὴ ἐξέστωι [τοῖς μεμισ-]
θωμένοις προλιπεῖν τὴν μίσθωσιν ἐ[ν]τὸς τοῦ χρόν[ου, τὰ δὲ κα-]
θʼ(*) ἔτος ἔργα πάντα τοῦ κλήρου τούς τε χωματισμοὺς [καὶ ποτισμοὺς]
καὶ βοτανισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργ[ίαν ἐπι-]
τελείτωσαν οἱ μεμισθωμένοι κατὰ καιρὸν ἐ̣κ̣ [τοῦ ἰδίου]
20καὶ σπείροντες καθʼ(*) ἔτος, οἷς ἐὰν αἱρῆται ἡ Θερμοῦθις τ[ῆς αὐτῆς]
χορηγούσης τὸ δίμοιρον μέρος τῶν εἰς τὴν γῆν [σπειρομένων]
τῶν μεμισθωμένων χορηγούντων τὸ λοιπὸν [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
ἑατοῖς(*) παρεχόμενοι βο  ̣  ̣  ̣ο  ̣  ̣  ̣  ̣εε  ̣πε  ̣  ̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
πρὸς τοὺς μεμισθω[μένους - ca.26 -]
25τ̣αν αἱρουμένων π̣ρ[- ca.30 -]
ἔσται καθʼ(*) ἔτος ἐφαμ[- ca.25 - κλή-]
ρου μέρος καὶ οἱ μεμισ[θωμένοι - ca.16 - καὶ μετὰ]
τὸν χρόνον παραδότωσαν οἱ μεμισθωμένοι [- ca.12 -]
χέρσου ἀγρώστεως δίσης πάσης θρύου δὲ καὶ καλάμου [  ̣  ̣  ̣  ̣  ̣  ̣]
30ἐὰν δέ τι τῶν προκιμένων παραβῇ ὁ μεμισθω[μένος   ̣  ̣  ̣  ̣]
  ̣  ̣  ̣  ̣ ἡ Θερμοῦθις   ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar

zurück weiter