Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 188 von 62737 Suchtreffern (Gesamt: 62737) zurück weiter

P.Münch. I 6 TM Nr. 15314

Zivilurteil

Syene (?) 583, 7. Juni (Monat und Tag unsicher)
Andere Publikationen P.Lond. V 1849 (Fragmente)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 226
Bemerkungen Gehört zum Patermuthis - Archiv.
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Pap.Eleph.Eng. (1996) D35
Inhalt Urteil, Erbschaftstreit, Geld, Eid
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
FrA
ἔτους πρώτου Π̣α̣[ῦνι τρ]ι[σ]κ̣αιδεκάτῃ̣(*) δ[ευ]τέρας ἰνδικτίονος
† Φλ(αύιος) Μᾶρκος σχολαστικὸς ἔκρινα τὰ ὑποτεταγμένα [ -ca.?- ]
FrB
Traces 1 line
2Ἰωάννης ὁ προμνημονευ[ -ca.?- ]
FrC
καὶ ἡ τούτου μήτηρ ἀπὸ το[ -ca.?- ]
Traces 1 line
FrD
Συήνης
FrE
Traces 1 line
2πράγματα ἡ δὲ αν[ -ca.?- ]
FrF
σκοπεῖν δ  ̣[ -ca.?- ]
καὶ προδια[ -ca.?- ]
FrG
Traces 1 line
ctr
-- -- -- -- -- -- -- -- -- --
1ἐ̣δ̣ί̣δαξε̣ν τὰ π̣ρ̣ά̣γ̣μ̣α̣τ̣α̣ π̣ε̣ρὶ̣ ὧ̣[ν ἡ] κίνησις κοινὰ εἶναι αὐτῇ τε
καὶ τῷ μακαριωτάτῳ αὐτῆς ἀνδρί, τοῖς γὰρ κοινοῖς πόνοις προσκτηθῆναι
αὐτοῖς ὅσα καὶ προσεκτήθη. vac. ? πλὴν καὶ τούτων οὕτως ὄντων ―
κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν συνελθεῖν αὐτοὺς καὶ τὰ
5πράγματα εἰς τρία διαιρεθῆναι μέρη vac. ? καὶ αὐτὴν μὲν λαβεῖν
τρίτον μέρος, vac. ? Ἰωάννην δὲ τὸν εἰρημένον αὐτῆς [υἱὸν τ]ρίτον
μέρος καὶ Κακὸ τὴν αὐτῆς θυγατέρα τρίτον μέρος, ὅρκου
ἐπακτοῦ καταβληθέντος παρʼ [αὐ]τῆς περὶ τοῦ ὅτι οὐδὲν ἀπεκρύψατο.
μετὰ δὲ τὴν διαίρεσι[ν] τῶν πραγμάτων Ἰωάννην τὸν αὐτῆς υἱὸν
10προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθοσιωμένῳ(*) ἀ̣π̣ὸ̣ τ̣ρ̣ι̣β̣ο̣ύ̣ν̣ω̣ν̣
καὶ τοποτηρητῇ τοῦ λιμίτου καὶ ἐπαγγείλασθαι α̣ὐτῷ ἀντὶ τῆς
μητρὸς συνκληρονόμον αὐτὸν ποιῆσαι καὶ δοῦναι αὐτῷ τὸ τρίτον
μέρος τῶν ἀπὸ τοῦ πατρὸς καταλειφθέντων, εἰ ἀποστείλῃ τινὰ
τὸν ὀφείλοντα τὰ πράγματα ἀποσπάσαι ἐκ τῆς αὐτοῦ μητρός.
15Μηνᾶν δὲ τὸν λαμπρότατον δεξάμενον τὰς ἐπαγγελείας(*) παρὰ
Ἰωάννου τοῦ ἑαυτῆς υἱοῦ πέμψαι ἐν(*) τῷ εἰρημένῳ φρουρίῳ
Κωνστάντιν τὸν καθοσιωμένον(*) καὶ ἀπαιτῆσαι αὐτὴν μετὰ
ἐκβιβασμῶν νομίσματα τριάκοντα τρία ὡς τῆς πάσης
ὑποστάσεως συντιμηθείσης εἰς νομίσματα ἑκατόν , ὥστε αὐτὴν
20ἀλλοτριωθῆναι παντελῶς τῶν εἰρημένων πραγμάτων καίτοι κοινῶν
αὐτων(*) ὄντων πρὸς τὸν ἄνδρα. vac. ? Ἰωάννης δὲ ὁ ταύτης παῖς, ἀκηκοὼς
τῶν εἰρημένων παρὰ Ταπίας τῆς αὐτοῦ μητρός, συνέθετο μὲν τῷ ὅτι
κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν διενείμαντο πρὸς ἑαυτοὺς
τὰ πράγματα ἀνὰ τὸ τρίτον καὶ ὅτι ὅρκος περὶ συνειδήσεως παρʼ αὐτῆς
25καταβέβληται, vac. ? εὑρηκέναι δὲ αὐτὴν μετὰ τὸν ὅρκον ἓν καὶ δεύτερον
εἶδος χαλκωμάτων ἀποκρύψασαν καὶ ὕστερον ἐνεγκοῦσαν εἰς μέσον,
ὥστε πρόφασιν δοθῆναι τοῦ μὴ χρῆναι καταπιστεῦσαι αὐτῇ, κἀντεὐθεν(*)
προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθοσιωμένῳ(*) τοποτηρητῇ
τότε ὄντι τοῦ λιμίτου καὶ συντάξασθαι αὐτῷ τὴν τρίτην μοῖραν
30τῶν καταλειφθέντων πραγμάτων, κἀκεἰνον(*) πέμψαι καὶ ἀπαιτῆσαι
αὐτὴν τὸ παρʼ αὐτῆς μνημονευθὲν χρυσίον· · vac. ? καὶ τούτῳ γὰρ τῷ
λόγῳ οὐδὲ ἀντειπεῖν ἔσχεν Ἰωάννης ὁ αὐτῆς υἱός, ἀλλὰ καὶ
ἀπραγμόνως συνέθετο. vac. ? ἔλεγεν δὲ ἕτερα πάν[υ] πολλὰ πράγματα
ἔν τε ἱματίοις καὶ χαλκώμασιν καὶ γραμματείοις ἀποσυλῆσαι τὴν ἑαυτοῦ
35μητέρα, κἀκεἰνα(*) οὖν ἐξεδίκει ζητῶν ἀναλ[αβεῖν]. καὶ τὰ περὶ τούτου
πιστούμενος παρήγαγον Ἰ[ά]κκωβον υἱὸν Πραιποσίτου καὶ Κόμιτα
Ἁτρῆτος καὶ Ἰακὼβ Μακαρίου ἀπὸ Συήνης οὐδὲν ἕτερον λέγοντας
ἢ ὅτι εἴησαν ἀκηκοότες παρὰ πάντων τῶν ἀπὸ τοῦ κατʼ αὐτοὺς κάστρου,
ὅτι ἐν εὐπορίᾳ ἦν Ἰακὼβ ὁ μακαριώτατος πρὸς τὴν {σὴν} συνμετρίαν
40τῶν καθʼ ἡμᾶς ἀνθρώπων. vac. ? παρήγαγον δὲ καὶ Ἴσακον Κωνσταντίνου,
ὃς ἔλεγεν Ταπίαν τὴν ἐναγομένην τεθαρρηκέναι αὐτῷ, ὅτι βούλοιτο
μετενεγκεῖν τὰ πράγματα ἀπὸ τοῦ οἴκου αὐτῆς εἰς ἕτερον τόπον, καὶ ὅτι
διʼ αὐτοῦ τὰ πλεῖστα τῶν πραγμάτων μετεκομίσθη ἐν νυκτί. vac. ? τούτων
μαρτυρηθέντων παρὰ Ἰσακίου ἐπελάβετο ἡ φεύγουσα τῆς κινήσεως
45καὶ τῆς ἀντιστάσεως τοῦ ἀνδρός, λέγουσα συνηγορεῖν αὐτὸν μᾶλλον
ἢ μαρτυρεῖν καὶ τὸ ὅλον πρὸς τὸ κεχαρισμένον τῷ διώκοντι μέρει
διαπεπλάσθαι, vac. ? ἔλεγεν δὲ κατὰ τὸν ἀληθῆ λόγον, ἡνίκα ἤκουεν μέλλειν
καταλαβεῖν ἄνθρωπον τοῦ λαμπροτάτου τοποτηρητοῦ ὀφείλοντα
αὐτῇ ἐπηρεάσαι ἐκ προσελεύσεως τοῦ αὐτῆς υἱοῦ, βουληθῆναι
50ἐπιλαχόντα αὐτῇ πράγματα καὶ ἀποκεκλεισμένα ἔν τινι τόπῳ
ἐξενεγκεῖν τῆς οἰκίας καὶ ἀλλαχόσαι(*) μετακομίσαι, καὶ ἐκ ταύτης
τῆς ἀφορμῆς τὸν μάρτυρα καὶ τὸν ἑαυτῆς υἱὸν ταύτην αὐτῇ
τὴν πλοκὴν συνράψαι. καὶ ἐπὶ τούτοις ἀπεῖπον ταῖς οἰκείαις
((unintelligible)) δικαιολογίαις. vac. ? ἐγὼ δὲ σκοπήσας τὰ ἑκατέρωθεν δικαιολογηθέντα
55συνορῶ Ταπίαν τὴν ἐναγομένην ἐπʼ οὐδενὶ ἑτέρῳ εὐθύνεσθαι ἢ ἐπὶ τῷ
ὅρκον ἕτερον σωματικὸν καταβαλεῖν περὶ καθαρᾶς συνειδήσεως
καὶ περὶ τοῦ ὅτι οὐδὲν ἀπεσύλησεν ἢ ἀπεκρύψατο τῶν τοῦ ἀνδρὸς
πραγμάτων. vac. ? τὰ γὰρ μαρτυρηθέντα παρὰ Ἰσακίου ἔδοξεν κἀμοὶ(*)
πρὸς τὸ κεχαρισμένον λελέχθαι, καὶ τὰ παρʼ ἑνὸς δὲ μαρτυρούμενα
60ὁ νόμος παντελῶς οὐ προσίεται. τὰ μέντοι δεικνύμενα ἴδια αὐτῇ διαφέρειν
πράγματα καὶ μάλιστα τ̣[ὰ] γυναικῖα(*) ἱμάτια ταῦτα [αὐτ]ὴν ἔχειν βεβαίως
καὶ ἀναφαιρέτως, μάλιστα, καθʼ ὃ παρέστησε, τ[ὰ] κεκινημένα. τὸ
προειρημένον χρυσίον ἀπῄτηται ὑπὲρ τῆς κατ[ὰ] κοινὴν γνώμην
περιελθούσης εἰς αὐτὴν μοίρας ἐκ τῶν καταλειφθέντω[ν] πραγμάτων.
65πάντα δὲ λόγον αὐτῇ ἀκέραιον φυλαχθῆναι καθʼ ὧν νομίζει ἔχειν
ἑτέρων προσώπων περὶ τῆς λεγομένης αὐτῇ προστριβῆναι
ζημίας ἤτοι τοῦ χρυσίου εἰσπράξεως. Ἰωάννην δὲ τὸν αὐτῆς υἱὸν
μὴ ἐνέχεσθαι ὑπὲρ τούτου· παντὸς γὰρ ἀδικεῖσθαι νομίζοντός ἐστιν
τὸ προσελθεῖν ἄρχουσιν ἤτοι τοῖς τὸν τόπον ἐπ̣έχουσι τῶν ἀρ[χ]όντω[ν,]
70ἐκείνων δέ ἐστιν μετὰ διακρίσεως καὶ μὴ οὕτως χύδην κεχρῆσθαι
τοῖς πράγμασιν. vac. ? διʼ ὃ vac. ? τὸν μὲν υἱὸν ἐλευθέρωσα(*) ταύτης τῆς ἐνοχῆς
οὐ τοσοῦτον κατʼ ἀκρίβειαν ὅσον διὰ φιλαγαθίαν, ἐφύλαξα δὲ αὐτῇ
πάντα λόγον ἀκέραιον κατὰ τῶν ἄλλων τῶν ζημιωσάντων αὐτήν,
ἐπὶ τῷ μέντοι ἐκ τοῦ ὡς εἰκὸς ἀναπραχθησομένου χρυσίου λαβεῖν
75Ἰωάννην τὸν αὐτῆς υἱὸν τρίτον μέρος. ἐν δὲ τῷ μέλλειν τὴν παροῦσαν
\κρίσιν/ ἐκδοῦναι διεβεβαιώσατο ὁ ἐνάγων προταθῆναι αὐτῷ παρὰ τῆς
μητρὸς λαβεῖν δώδεκα νομίσματα ὑπὲρ τελείας ἀπαλλαγῆς.
καὶ τῆς αὐτοῦ μητρὸς μὴ συνθεμένης τούτῳ τῷ λόγῳ, συνεφώνησ̣[αν]
πρὸς ἑαυτοὺς εἰδήσει μου ὥστε, εἰ τοῦτο δυνηθείη ὁ ἐνάγων
80ἀποδεῖξαι νομίμως διὰ τριῶν μαρτύρων ἀξιοπίστων τῇ προτάσει
παρακολουθησάντων καὶ ἐνωμότως τοῦτο κατατιθεμένων,
παρασχεῖν αὐτῷ τὸ δεικνύμενον συμπεφωνῆσθαι. vac. ? τὰ τοίνυν
δόξαντά μοι καλῶς ἔχειν ἐπαναγνοὺς τοῖς μέρεσιν ἐκδέδωκα †.
(hand 2) Μᾶρκος σχ(ολαστικὸς) καθʼ ὁ συνίδον(*) ἔκρινα † † †.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar

zurück weiter