Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

M.Chr. 372 TM Nr. 9923

Sammlung von Präjudizien betreffend Soldatenehen

Alexandria oder Arsinoites nach 142, 26. Aug.
Andere Publikationen Kol. I - II: BGU I 114; FIRA III 19 (Auszüge); Kol. I, Z. 5-13: Jur. Pap. 22 a; Kol. IV, Z. 1-15: Jur. Pap. 22 b
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 226; IX, S. 171; XI, S. 137; XII, S. 130 BL online
Bemerkungen Rückseite: M.Chr. 88. Gehört zum Dossier des Drusilla - Prozesses. Vgl. Phang, Marriage of Roman Soldiers, S. 23-38 und 395-401. Zu Kol. IV 1-15 vgl. Simblos 3, 2001, S. 177-184. Zu Kol. VI vgl. CE 78, 2003, S. 217-220.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Pferdehirt, Rolle des Militärs (2002), S. 204-205 (Kol. I 5-13)
  • S. 205 (Kol. VI 2-23)
  • S. 205-207 (Kol. I 14-III, 22)
  • S. 207 (Kol. IV 16 - V 26)
  • S. 208-209 (Kol. IV 1-15).
Englisch:
  • Campbell, Roman Army (1994), 257
  • Keenan, Law and Legal Practice (2014), 4.6.2a (S. 216f.
  • Kol. IV 1-15).
Französisch:
  • Mélèze Modrzejewski, Le droit grec après Alexandre (2012), Nr. 52 (Kol. IV 16 - V 26)
Inhalt Dossier, Urteile, Ehen (Soldaten), Kinder
Erwähnte Daten
  • Kol. III, Z. 11 - 22: 24. Okt. 114
  • Kol. IV, Z. 1 - 15: 4. Juni 115
  • Kol. I, Z. 5 - 13: 5. Jan. 117
  • Kol. I, Z. 5 - 13: 5. Jan. 117
  • Kol. VI, Z. 10: 127 - 128
  • Kol. VI, Z. 11: 134 - 135
  • Kol. I, Z. 4 - Kol. II, Z. 25: 25. Febr. 134
  • Kol. I, Z. 14 - Kol. III, Z. 10:: 25. Febr. 134
  • Kol. VI: 22. Nov. 135
  • Kol. IV, Z. 16 - Kol. V, Z. 26: 26. Aug. 142
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1rp
[- ca.22 -]ει̣[  ̣  ̣]τος καὶ αὐτὸν
ἔ̣χ[ει]ν περί τινων πρὸς αὐτήν, Λοῦπος εἶπεν· περὶ
[- ca.23 -] τὸν στρατηγὸν
τῆ[ς] πόλεως κριτή[ν σοι] δ[ίδ]ωμι.
——
5(ἔτους) κ Θε̣οῦ Τραιανοῦ Τῦβι δεκάτῃ.
Λουκ̣ίας Μακρίνας διὰ Φανε̣ί̣ου ῥ[ήτ]ορος εἰπούσης
ἀπαιτεῖν παρακαταθήκην ἐξ ὑπαρχόντων
Ἀντωνίου Γερμανοῦ στρατιώτου τετελευτηκό-
τος Λοῦπος εἶπεν· νοοῦμεν ὅτι αἱ παρακα-
10ταθῆκαι προῖκές εἰσιν. ἐκ τῶν τοιούτων αἰτιῶν
κριτὴν οὐ δίδωμι. οὐ γὰρ ἔξεστιν στρατιώτην
γαμεῖν. εἰ δὲ προῖκα ἀπαιτεῖς, κριτὴν διδο̣ὺ̣[ς]
δόξω πεπεῖσθαι νόμιμον εἶναι τὸν γάμον.
——
ἐξ ἀναπομπῆς Μαμερτείνου·
15(ἔτους) ιη Ἁδριανοῦ τοῦ κυρίου [Φ]αμενὼθ α, {α} ἐν
Κόπτῳ, Χθινβόις πρὸς Κάσι[ο]ν Γεμέλλον
[ἱ]ππέα Βουκοντίων ἐπ[ὶ] παρ[όν]τι τῷ [π]α[τ]ρὶ
[αὐ]τῆς Ὀρεστοοῦφι. Ἀπολιναρίου ῥήτορος εἰπόν-
τος ὀφειλομένων ὑπὸ Γεμ[έ]λλ[ο]υ Τινβόιδ̣[ι]
20δραχμάς(*) ἑπτακοσιας(*) κατὰ διαγ[ρ]αφὴν με-
τειέ[ν]αι(*) τοῦτον ἀκολούθως τῇ διαγρα[φ]ῇ,
Ἀλεξάνδρου καὶ Ἡρακλείδου ῥ[ητ]όρω[ν ἀ]ποκρι-
ναμένων Χθινβόιν ὡς γεγ[α]μημέν[ην] αὐτῷ
ἀπαιτεῖν αὐτὸν βούλεσθαι προοῖ[κ]α(*) [ἣ]ν ἀπ[ο-]
25δέδωκεν αὐτῷ μήτε δ[υ]να[τ]αι(*) λαβ̣εῖ[ν]
2rp
ἀπηγορευομένου στρατι[ώταις ἑλέσθαι]
γυναῖκες(*), τὸν δὲ πατέρα α[ὐτῆς ἐπιτρο]πεύ-
σαντα αὐτοῦ λογοτεθηθή[ντα](*) [πρὸς αὐ]τὸν
προεῖσθαι αὐτῷ γράμματα ε̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]η̣ρη-
5κέναι ἐν τούτῳ λογο̣  ̣[  ̣  ̣  ̣]η[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] περὶ
προοικὸς(*) πι[σ]τευθεῖσα τ̣ω[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]πο̣ τοῦ
μετάλλου οἴκημα ἐκτ̣ε̣π̣ρ̣ο̣θ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ν̣α αὐ-
τοῦ καὶ ἄλλα πλεῖστα κα[ὶ πε]ρὶ τ[ῆς ὑ]φαιρέ-
σεως <τὴν> ἐνκαλουμένην [  ̣  ̣  ̣]ειλ[ηγ]έναι τὴν
10τοῦ λόγου τάξιν, δε̣ῖ̣σθ̣αι οὖ̣[ν] ἃ ὑφείλατο
ἐπαναγκασθῆναι ἀ[ν]τ̣α̣[π]οδοῦναι,
τοῦ συνηγοροῦντος [  ̣]ε̣  ̣[ν] τι προενεγ-
καμένου μηδὲν μὲν αὐ[τ]ὴν ὑφῃρῆ̣σθαι
τοῦ Γεμέλλου, δε[δ]ανεικέν[α]ι̣ δὲ αὐ[τ]ῷ
15κατὰ δύ[ο δ]ιαγραφὰς [τ]ὰς ἑπτ[α]κοσίας δρ[α-]
χμάς, κατὰ μὲν πρώτη[ν] σξ κατ[ὰ] δ[ὲ]
δευτέραν υμ, καὶ ο̣ὐ̣χ ὡ[ς ἄνδρα] ἀ̣λ̣λ̣ʼ ὡς
ὑπόχρεον ταύτας ἀπαι[τεῖν, ἀνα]γνωσ-
θεισῶν τῶν διαγραφῶ[ν ὁ ἱερεὺς] καὶ
20ἀρχιδικαστής. στρα[τι]ώ[ταις μὲν ἀπηγό-]
ρευται γυναῖκας ἑλ̣[έσθαι -ca.?- ]
δὲ αὐτοὺς οὐδὲ εις  ̣[ -ca.?- ]
μὴ περιεχούσης τῆς [δευτέρας διαγρα-]
φῆς εἰς προοικὸς(*) [λόγον ἀναφέρεσ-]
25θαι τὰς υμ, α[ -ca.?- ]
3
ταύτας αὐτῇ ἀποδ[οῦναι],   ̣  ̣α̣ δε κατὰ τὴν δευ-
τέραν διαγραφὴν [  ̣  ̣  ̣  ̣]τ̣ο  ̣  ̣ι τῶν σξ κρα-
τεῖσθαι οὐ δύναται, [π]ροοικὸς(*) δίκαια τού-
των ἐχουσῶν. [Γ]εμέλλου ἀξιοῦντος
5τηρηθῆναι αὐτῷ [λόγο]ν τῆς ὑφαιρέσεως πρὸς
τὴν Χθινβόιν   ̣λ̣[  ̣  ̣  ̣], Οὔλπιος Ἀσκληπιά-
δης γενόμενος ἔπαρχος σπείρης δευτέρας
Ἱ[σπ]α[ν]ῶν ὁ ἱερεὺς κα[ὶ] ἀρχιδικαστής· ἐάν
τ̣[ι]να[ς] ἐναργεῖς ἀποδ[εί]ξεις ἔχῃς,
10ἐὰν ἐπενέ[γ]κῃς, ἀκούσομαί σου.
(ἔτους) [ι]η̣ Τραιανοῦ Φαῶφι ἑβδόμῃ καὶ εἰκάδι. Λονγίνου
Υ  ̣  ̣[  ̣  ̣]ου εἰπόντος Ῥωμα[ῖ]ον ἑαυτὸν ὄντα ἐστρα-
[τεῦσθαι ἐν] σπείρῃ πρώτῃ Θηβαίων ὑπὸ Σε-
ουῆ[ρον], συνῳκηκέναι δὲ ἐν τῇ στρατείᾳ
15γυν[αι]κὶ Ῥωμα[ί]ᾳ ἐξ ἧς πεπαιδοποιῆσθαι
Λον[γε]ῖ̣ν̣[ο]ν Ἀπολινάριον καὶ Λονγείνιον Πομ-
πώ[νι]ον οὕσπερ ἀξιοῖ ἐπικριθῆναι,
Λοῦπ[ος] λαλήσας μετὰ τῶν νομικῶν εἶπεν·
[ἐπεὶ σεσ]ή[μα]ν̣ται ο̣ἱ παῖδες ὡς ἐκ Ῥωμαίας
20[γεγενημέ]νοι, σὺ αὐτοὺς καὶ̣ θ̣[έ]λει[ς] ἐξ ἐπι-
[κρίσεως νομί]μους καταλείπειν, νόμιμον
δὲ π̣α̣τ̣έρα αὐτῶν ποιεῖν οὐ δύνομα[ι](*).
4
(ἔτους) ιη Τραϊανοῦ Παῦνι ι.
Χρώτιδος διὰ Φιλοξένου ῥήτορος εἰπούσης
ἀστὴν ἑαυτὴν οὖσαν συνεληλυθέναι Ἰσιδώ-
ρῳ ἀστῷ, μετ[ὰ τ]αῦτα δὲ στρατευσαμένου ἐκείνου
5ἰς(*) χώρτην ἐσχηκέναι ἐξ αὐτοῦ υἱὸν Θεόδω-
ρον περὶ οὗ ἐντυγχάνει ἀξιουσαν(*) εἰ ἠμε-
λήθη ἀπαρχὴν αὐ[τ]οῦ ἀποτεθῆναι, ὅτι δ̣ὲ̣ υἱός
ἐστιν ἐκείν[ο]υ̣ ἐγ(*) διαθήκης ἣν ἔγραψε φανε-
ρὸν ε[ἶ]ναι, κληρονόμον γὰρ αὐτὸν τῶν ἰδίων ἀπολε-
10λοιπέναι, ἀναγνωσθείσης διαθήκης Ἰουλίου
Μαρτιαλίου στρατιώτου σπείρης πρώτης Θη-
βαίων, vac. ? Λοῦπος λαλήσας μετὰ τῶν
φίλων εἶπεν· οὐκ ἐδύνατο Μαρτιά[λιος]
στρατευόμενος νόμιμον υἱὸν ἔχειν,
15κληρονόμον δὲ αὐτὸν ἔγραψεν νομί[μως].
——
(ἔτους) ε Ἀντωνείνου τοῦ κυρίου ἐπαγομένων γ.
προσελθόντων Ὀκταουίου Οὐάλεντος καὶ Κα-
σίας Σεκούνδης πρὸ μιᾶς ὑπερτεθέντω[ν],
Εὐδα[ί]μων βουλευσάμενος σὺν τοῖς παρο[ῦ]σι
20εἶπεν· καὶ ἐχθὲς εὐθὺς τῶν ὑπομνη[μ]ά-
των τοῦ κρατίστου Ἡλιοδώρου ἀναγνω[σθ]έν-
των καὶ τῆς αἰτίας διʼ ἣν ὑπερέθετ[ο] δή[λ]ης
5
γενομένης ἰδεῖν περὶ ἀπηγορευ[μέν]ω̣ν̣ πράγματος
ἐντυχοῦσαν τὴν μητέραν(*) τὴν τοῦ [παι]δ̣ὸ̣ς̣ τούτου,
καὶ σήμερον ἐντυχὼν τοῖς ἰς(*) τοῦτο δ̣[ι]αφέρουσιν πρά-
γμασιν βεβαιῶ ὃ ἐχθὲς ὑπελάμ[βα]νον. ἐξερχομέ-
5νου εἴτε ἐν τάξει εἴτε ἐν σπείρᾳ εἴτε [ἐ]ν εἴλῃ ὁ γεννη-
θεὶς οὐ δύναται εἶναι νόμιμος υἱὸς. ⟦μη⟧ μὴ ὢν δὲ
νόμιμος υἱὸς τοῦ πατρὸς ὄντος Ἀλεξανδρέως Ἀλε-
ξανδρεὺς οὐ δύναται εἶναι. ὁ παῖς [ο]ὗτος γεγέννη-
ται τῷ Οὐάλεντι στρατευομένου(*) ἐ[ν] σπείρᾳ· ὀθνεῖος
10αὐτοῦ ἐστιν· εἰσαχθῆναι ἰς(*) τὴν πολειτείαν(*) τὴν Ἀλεξαν-
δρέων οὐ δύναται. καὶ προσέθηκεν· ἐχθὲς ἔφης
ἄλλους ἐσχηκέναι παῖδας· ποίας ἡ[λ]ικίας εἰσίν, πότε
ἐγεννήθησαν; Ὀκταούιος Οὐάλης ἀ[πε]κρείνατο(*)  ̣
ὁ εἷς νῦν, ὁ εἷς δὲ προγενέστερός ἐστ[ιν.] Εὐδαίμων
15εἶπεν· ὁ προγενέστερος ποῦ σοι σ[τρα]τ[ε]υομ[έ]νῳ
ἐγένετο; Οὐάλης ἀπεκρείνατο(*) ἐ[ν] χώρτῃ καὶ οὗ-
τος ὁ μεικρότερος(*). Εὐδαίμων εἶπεν· ἴσθι
καὶ ἐκείνους τῆς αὐτῆς τάξεως τούτῳ ὄντας.
Ἔνια ἀπαράβατά ἐστιν. Οὐάλη[ς] εἶπεν· ἄρτι, ἐὰν γένηταί με ἀποδημεῖν, σὺ αὐτός μ[οι] ὑπογράψεις
20διʼ ἐπιτρόπου ἀπολαβεῖν με τὰ δίκ[αι]α. τί ἠδίκησαν
οἱ παῖδες; Εὐδαίμων ε[ἶ]πεν· [εὔ]η̣θες π[ε]π̣οίηκα
διὰ πολλῶν εἰπὼν ὃ ἐδυνάμη[ν]   ̣  ̣τ̣ευσαι ἐν ἐ-
λαχίστῳ. ἐπιδὴ(*) τοίνυν ἐπιχειρεῖς τοῖς ἀδυνάτοις,
οὔτε οὗτος οὔτε οἱ ἄλλοι υἱ̣ο̣ί̣ σ̣ο̣υ Ἀ[λε]ξανδρέων
25πολεῖταί(*) εἰ[σι]ν.
6
ἰδίου λόγου Ἰουλιανοῦ.
ἔτους κ Ἁδριανοῦ τοῦ κυρί[ου] Ἁθὺρ κε.
Σαραπίωνος Ἀπολλωνίου καὶ Ἀμοισοισᾶ Ἡλιοδώρου [κα]τηγορούντων
Κορνηλίας διʼ Ἀπολλωνίου [π]ρεσβυτέρου ῥήτορος ὡς ἐπικρατούσης
5ἀνδραπόδων ζ καταγραφένων α̣ὐτῇ ὑπὸ ⟦Ἰουλίου⟧ Ἀκουτιανοῦ
ἀκ̣ληρονομήτου ἐν τῷ τῆς συνβιώσεως χρόνῳ, καὶ Θέωνος
ῥήτορος παριστα⟦  ̣  ̣⟧μένου [τ]ῇ Κορνηλίᾳ φάσκοντος γ̣ά̣μ̣ον νόμιμον
μὴ̣ [γ]εγονέναι, στρατευομέ[ν]ῳ γὰρ συμβεβληκέναι τῷ Ἀκουτιανῷ
καὶ τὰ ἀνδράποδα ταύτη̣ν ἐωνῆσθαι, ἀναγεινώσκοντός(*) τε
10ὠνὴν Μούσης σὺν ὑποτιτθικῷ ἐπὶ τοῦ δωδεκάτου ἔτους καὶ
Δάφνης ἐπὶ τοῦ ιθ, οἰκογενείας δὲ Θρεπτοῦ καὶ Συντρόφου,
φ[ά]σκοντος δ̣ὲ̣ Ὡρείωνος ῥήτορος παρισταμένου αὐτῇ
Σ[εου]ῆρον ὑποτίτθιον ἔ̣[τι εἶ]ναι ἐκ Μούσης γενόμενον, Ἐλπι-
δηφόρου δὲ οἰκογένειαν ⟦δὲ⟧ μ̣[ὴ] ἔχειν, τοῦτο δὲ ἐπὶ πολλῶν φιλεῖν
15γενέσθαι, μ[ὴ] γὰρ παί[δων ο]ἰκογενείας τάσσεσθαι, Ἰουλιανός·
τὸ μετὰ τὴν σ[τ]ρατεί[αν ὠνη(?)]θὲν ἀνδράποδον καὶ οὗ μὴ ἐπή-
ν̣ε̣[γ]κας οἰκογένειαν   ̣[  ̣  ̣  ̣  ̣  ̣]ται [ε]ἰς τ̣ὸ̣ν̣ κυριακὸν λόγον τὰ ἄλλα
σοι ἀνίημι. ἀξιούσης αὐτῆς ἀποδοθῆναι τάλαντον
ὃ ἔσχεν παρʼ αὐτῆς Ἀκουτιανὸς ἐν παρακαταθήκῃ καὶ ἀνα-
20γινωσκούσης τὰ γράμματα, τοῦ δὲ κατηγόρου λέγον-
τος τοῦτο εἶναι τὸ γαμικὸν συμβόλαιον, του(*) γὰρ στρατευομένους
οὕτ̣ω συμβάλλει[ν], Ἰουλιανός· τὸ ἀναγνωσθὲν δάνειον
ἐκβάλλω ἐκ παρανόμου γάμου γενόμενον.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar