Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

BGU XIV 2376 TM Nr. 3996

Mitteilung eines vollzogenen Zuschlags

Herakleopolis 35 v.Chr., 28. Febr. - 29. März
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 60; IX, S. 33; X, S. 26; XII, S. 26 BL online
Bemerkungen Zu Z. 5 und 23-24 vgl. P.Heid. VIII, S. 24, Anm. 60. Zu Z. 13-14 vgl. Armoni, Studien, S. 261, Anm. 104; zu Z. 31-32 vgl. ebenda, S. 168f. Vgl. Symposion 2013, S. 313-337.
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Keenan, Law and Legal Practice (2014), 5.4.6 (S. 259-265)
Inhalt Akte, Mitteilung des vollzogenen Zuschlags eines gepfändeten Stücks Land
Erwähnte Daten
  • Z. 5: 10. Sept. 37 v.Chr.
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
[Βασιλευόντων Κλεοπάτρας Θεᾶς Νεωτέ]ρ̣ας Φ̣[ιλ]οπάτορος καὶ Φιλοπάτριδος καὶ Πτολεμαίου τοῦ καὶ Καῖσαρ Θεοῦ Φιλοπά̣τορος
[καὶ Φιλομήτορος] ἔτους ιζ τοῦ [καὶ β ἐφʼ ἱε]ρ̣έως τοῦ ὄντος ἐν Ἀλεξανδρ̣είᾳ Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφο̣μέ̣ν-
[ων ἐν Ἀλεξανδρε]ίᾳ μηνὸς Ἀρ[τε]μισίο̣υ̣ [Φα]μενὼθ ἐν Ἡ[ρ]α̣κ̣λ̣[έους πόλει] τῇ ὑπερ Μέμφιν· προσέβαλεν Μουσαῖος πράκτωρ
[ξενικῶν καὶ] νομοφύλα̣ξ̣ τ̣ο̣ῦ̣ δηλο̣[υ]μένου [νομ]οῦ Πτολεμαίωι Ἡρωίδου ἀφʼ ὁ͂υ μετήνεγκεν ἐ̣κ̣ τοῦ κριτηρίου
5[καταδίκης χρημ]ατισμο̣ῦ̣ [οὗ χρόνος] τ̣ὸ̣ διελ[ηλυ]θὸς [ιϛ] τὸ καὶ α (ἔτος) Θ̣ω̣ὺ̣θ̣ ι̣ πρὸς ἣν συ̣νεστήσατο ἔνκλησιν
[ἐπὶ τῶν ἐπὶ τῶν τόπων χ]ρηματι̣[σάντων χρηματιστῶ]ν καὶ Δωροθέ[ου εἰσα]γ̣ω̣γέ̣ως κ̣α̣τ̣ὰ̣ Ἡρακ̣λ̣είδου τοῦ καὶ Ἁρ̣θ̣ώτ̣ου
[τοῦ Ἡφαιστίωνος περὶ πράξεως ἀργ(υρίου) (δραχμαὶ) Γπ] κ̣αὶ βλαβεῶν(*) καὶ δαπανημάτων χα(λκοῦ) (τάλαντων) ε τὸ κατὰ τὸ παρὸν παραδειχθὲν
ὑπʼ αὐτ̣οῦ εἰς̣ [ἐνεχυρασ]ίαν ἔ̣ν̣γαι̣[ον τοῦ]   ̣  ̣  ̣κλείδου τοῦ καὶ Λόχου, μενο̣ύ̣σης̣ [αὐτῶι τῆς τοῦ] ἐνλείποντος
κεφαλαίου πραξέως ἔκ̣ τε αὐτ[οῦ καὶ] ἐ̣ξ̣ ὧν ἐὰν ἄλλων εὑ̣[ρί]σ̣κ̣ῃ̣ αὐτῶι ὑπαρχόντων, οὐ μόνον δὲ τῶν
10εἰς τὴν ἐνεχυρασίαν καὶ προσβο̣λ̣ὴν ὡ̣ρισμένων ἡμερῶν διεληλυθότων ἀλλὰ καὶ ἐπὶ̣ [τ]ῶν ἐπιγεγονότων,
μηδενὸς δὲ ἐν τῶι ἀνὰ μέσον μήτε [πρὸς] ἐξ̣ω̣μ̣ο̣σίαν ἢ ἀφα̣ί̣ρεσιν τοῦ ἠνεχ̣υρασμένου κατη̣ντηκότος
ἀπὸ δὲ τῶν γραφέντων ὑφʼ ἡμῶν τῶι̣ βασιλικῶι γραμματεῖ ἀ̣ντιπεφωνηκότος ὡς καθήκει· ἐπικηρυσσομένου
τοῦ ἐνγαίου ἀγορᾶς πληθυούσης δι̣[ὰ] κ̣ήρυκος, Πτολεμαίου παρόντος καὶ τοῦ παρὰ τοῦ βασιλικοῦ γραμματέως
Ἡρακλείδου τοῦ Ἡ̣ρ̣α̣κλείδου, καὶ μηδενὸς προσπορευομένου μηδʼ ὑπερβάλλοντος ἀλλὰ μηδὲ ὑφη̣σ̣ο̣μένου
15προσεβλήθ[η τῶι ἠνεχυρακότι] Π̣τ̣[ολ]εμαίωι ὡς (ἐτῶν) λη   ̣  ̣( ) μελίχ(ρωτι) λευκοθρ(χι)(*) ἀνδρ̣(  ) [οὐλὴ] γενη(  ) ἐν τοῖς τοῦ χα(λκοῦ) (ταλάντοις) β
λύσιμα(*) ὡς η(*) [διάγραμμα συντάσσει·]
ἔστιν δὲ [ἐν κώμηι Σώβθει πάντα περὶ] τὴν πόλιν παραδείσου ἐρήμου ἐν ὧι δένδρη(*) καὶ φρέαρ (ἀρουρῶν) β 𐅵 δ´ καὶ [ὅσα]ι
[ἐὰν ὦσι σὺν τοῖς προσοῦσι χρηστη]ρίοις̣ τὸ ἥμισυ ἐν χα(λκῷ) (τάλαντ ) β· γείτο(νες) τοῦ ὅλου παραδ[(είσου)] νό̣(του) διῶρυξ [κα]λ̣ο̣υ̣μ̣[ένη]
[ἡ ὀμφαλο  ̣νια, βο(ρρᾶ) ὁδὸς βασιλικὴ καὶ Τεκ]β̣η, ἀπη(λιώτου) χέρσος   ̣  ̣  ̣ακλείδου, λι(βὸς) κώμη καὶ (πρότερον) Εὐμήλου·
2
20βασιλευ[όν]των Κλεοπάτρας Θεᾶς Νεωτέρα̣ς̣ Φι[λοπ]άτορος καὶ Φιλοπ[ά]τ̣ρ̣[ι]δ̣ο̣ς καὶ Πτολεμαίου τοῦ καὶ Καῖσαρ Θεο[ῦ Φιλοπάτορος]
καὶ Φιλομή̣τ̣ο̣ρ̣ο̣ς̣ ἔτους ιζ τοῦ καὶ β ἐφʼ ἱερ[έως τοῦ] ὄντος ἐν Ἀλεξανδρ[είᾳ Ἀ]λεξάνδρου καὶ τῶν ἄλλων τῶν [γραφομένων]
ἐν Ἀλεξαν[δ]ρ̣ε̣ί̣ᾳ̣ μηνὸς Ἀρτεμισίου Φαμεν[ὼ]θ ἐν Ἡ[ρακλέους πόλει] τ̣ῇ̣ ὑπὲρ Μέμφιν· προσέβαλεν [Μουσαῖος πράκτωρ]
ξενικῶν καὶ νομοφύλαξ τοῦ δηλουμένου νομοῦ Πτολεμαίωι Ἡρωίδ̣ο̣υ̣ ἀφʼ οὗ μετήνεγκεν ἐκ τοῦ κρι[τηρίου κατα-]
δίκης χρη̣μ̣α̣τ̣ι̣σ̣μοῦ οὗ χρόνος τὸ διεληλυθὸς ιϛ τὸ καὶ α (ἔτος) Θω̣ὺ̣θ̣ ι̣ πρὸς ἣν συνεστ[ήσ]α̣[το] ἔνκ̣[λησιν ἐπὶ τῶν]
25ἐπὶ τῶν [τό]π̣ω̣ν̣ χρηματισάντων χρηματιστῶν καὶ Δωροθέου εἰσαγωγέως κατὰ Ἡρακλείδου τοῦ [καὶ Ἁρθώτου(?)]
τοῦ Ἡφαισ̣τ̣ί̣ω̣ν̣ο̣ς̣ περὶ πράξεω[ς] ἀργ(υρίου) (δραχμαὶ) Γπ καὶ βλαβεῶν(*) καὶ δαπανημάτων χα(λκοῦ) (ταλάντων) ε τὸ κατὰ [τὸ] πα[ρὸν]
π̣α̣[ραδειχθὲν ὑπʼ] αὐτοῦ εἰς ἐνεχυρασίαν ἔνγαιον τοῦ   ̣  ̣  ̣ακλείδου τοῦ καὶ Λόχου, μεν̣[ούσης] αὐτῶ[ι τῆς]
τοῦ ἐνλεί̣πο̣ντος κεφαλαίου π̣ρά̣ξ̣[εως   ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣υ  ̣[  ̣  ̣  ̣  ̣] κ̣α̣ὶ̣ ἐξ ὧ[ν] ἐὰν ἄλ[λων ε]ὑ̣ρ̣[ίσκῃ αὐτῶι ὑπαρχόντων],
οὐ μόνον δὲ τῶν εἰς τὴν ἐνεχυρασίαν καὶ π[ροσβολὴν ὡρισμέν]ω̣ν [ἡμερ]ῶν διεληλ̣[υθότων ἀλλὰ καὶ ἐπὶ τῶν]
30ἐπιγεγο̣νό̣των, μηδενὸς δὲ ἐ[ν] τῶι [ἀνὰ μέσ]ον μήτ[ε] π[ρ]ὸς ἐξωμοσίαν ἢ ἀφαίρ̣ε̣σ̣ιν τοῦ [ἠνεχυρασμένου]
κατηντ[η]κ[ό]τος ἀπὸ δὲ τῶν γ̣[ρα]φέν̣[των] ὑφʼ ἡμῶν τῶι β̣ασιλικῶι γραμματεῖ ἀντιπεφω[νηκότος ὡς]
κα̣θ̣ήκει· [ἐπικηρ]υσσομέν[ου τοῦ ἐνγ]α̣ίου ἀγορᾶς πληθυο̣ύσης̣ διὰ κήρυκος, Πτολεμαίου [παρόντος]
καὶ τοῦ παρ[ὰ] τοῦ βασιλικοῦ γρ[αμματέως Ἡρακλείδου τοῦ Ἡρα]κλείδου, καὶ μηδενὸς προσπ[ορευομένου]
μηδʼ ὑπερ̣β̣άλλοντος ἀλλὰ μη[δὲ ὑφη]σ̣ομ[ένου προσεβλήθη τ]ῶι ἠνεχυρακότι Πτολεμαίωι ὡ[ς (ἐτῶν) λη   ̣  ̣(  )]
35μ̣ε̣λ̣ί̣χ(ρωτι)   ̣  ̣  ̣[ἀνδ]ρ(  ) οὐλὴ γενη(  ) ἐν τοῖς τ[οῦ χα(λκοῦ)] (ταλάντοις(?)) β λύσιμα(*) ὡς η(*) [δ]ιάγραμμα συντάσσει·
ἔ̣σ̣[τιν δὲ ἐν] κώμηι Σώβ[θει πάντα   ̣  ̣]  ̣  ̣ [τὴ]ν πόλιν παρ[αδε]ίσου ἐρήμου ἐν ὧι δένδρη(*) κ̣[αὶ φρέαρ (ἀρουρῶν) β 𐅵 δ´]
καὶ ὅ[σαι] ἐὰν ὦσι σὺν τ[οῖ]ς̣ π̣ρ[οσοῦσι] χρηστηρί[οις τὸ] ἥμισυ ἐν χα(λκῳ) (τάλαντ ) β·
γεί(τονες) τ[ο]ῦ̣ [ὅ]λ[οῦ] παραδεί(σου) ν[ό(του)] διῶρ[υ]ξ [καλου]μένη ἡ ὀμφαλο  ̣νια, βο(ρρᾶ) ὁδὸς βασιλικὴ καὶ Τεκβη̣[ς],
ἀπη(λιώτου) χ[έ]ρσ[ο]ς   ̣  ̣  ̣ακλείδου, λι(βὸς) κώμ[η κ]αὶ (πρότερον) Εὐμήλου·
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar