Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

SB V 7656 TM Nr. 32910

Brief

Ort unbekannt IV - VII
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XIII, S. 197 BL online
Übersetzungen
verbergenanzeigen
Englisch:
  • C.H. Roberts, JEA 21, 1935, S. 55-56
Inhalt Brief (privat), N.N. an N.N., Anvertrauen der Geschäftsangelegenheiten, Reisen wegen Inspektion (?)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
καὶ ἄνευ γραμμάτων οἶδʼ, ὅτι ἀφʼ ἑαυτῆς ἐστιν ἡ σὴ ἀρετὴ καὶ οὐ χρ\ήζ/ει ὑπομνησθῆναι εἰς τὰ κατʼ ἐμέ, ἀλλὰ̣ τ̣ο̣[ῦ]
κυρίου μου ἀδελφοῦ Νείλου ἀπαντῶντος ἐκεῖσε ἀναγκαῖον ἡγησάμην ἐν μὲν πρώτοις τὴν χρεω[στου-]
μένην πρόσρησιν ἀποδοῦναι, ἔπειτα καὶ παρακαλέσαι, ὅπως καταξιώσῃ σου ἡ ἀνδρία(*) συνήθω̣ς̣
συ̣γ̣κροτῆσαι τὰ ἐμοῦ πράγματα καὶ τοὺς ἐμοὶ διαφέροντας καὶ μὴ ἕν τι συγχωρῆσαί τιν̣α ἐξ αὐ[τῶν]
5καταπονηθῆναι, εἰ καὶ ἀπών εἰμι, ἀλλʼ ὅμως θαρσῶ, ὥς τι πλειόνως συγκροτοῦνται παρ[ὰ] τῆ[ς σῆς]
μεγαλονοίας τὰ ἐμὰ πράγματα· θαρσῶν δὲ γεγράφηκα· τὰ δὲ δέρματα τοῦ ἑνὸς ὁλοκοτίου
καταξιώσῃ παρασχεῖν εἰς τὴν οἰκίαν, λέγω δὲ τὰ δέκα καὶ τέσσαρας· ἐγὼ γὰρ προσέ̣χ̣ω̣
[κατ]αλαβεῖν τὸν Μαραιώτην(*) καὶ ἐπικεῖσθαι τ̣ο̣ῖ̣ς ἐκεῖσε ἀγραρεύουσιν στρατιώ[ταις].
γινωσκέτω σου ἡ ἀρετή, ὥς τι ἀπῃτήθην τὰ ἓξ χρύσινα, ἅπερ ἀντεφώνη̣[σα]
10τῷ κυρίῳ Χρηστῷ(*) ὑπὲρ τῆς σῆς ἀνδρίας(*)· οὐ συνεχώρησέν με γὰρ ἐξελθῖν(*) ἐ̣[πὶ]
τὴν Μέμφιν, εἰ μὴ ἐποίησέν με ἀντιφωνῆσαι αὐτῷ ἀποκρότως Ἀνουβίωνι   ̣  ̣[  ̣]
β[  ̣  ̣  ̣]  ̣θ̣ως τῶν νουμεραρίων καὶ πρὸς τῷ γνῶναί σου τὴν ἀρετὴν ἔσπευσα γράψ[αι]
κ̣α̣[  ̣]α̣θ̣ε̣[  ̣]φ[  ̣]ρον τάδε· τὸν παῖδα ἀπέστιλα(*) ἐνέγκαι τὰ ἐμὰ ἱμά̣τ̣ι̣α̣· εἴ τινος τοίνυν χρεία [ἐστίν],
καταξιώσῃ ἡ [σ]ὴ ἀρετὴ δηλῶσαί μοι διʼ αὐτοῦ· ἐπίγομαι(*) γὰρ τ̣[ὴ]ν Ἀλεξάνδρι[αν] καταλαβεῖν.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar