Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Πτολεμαίῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι ἡμᾶς(*) ὑγιαίνιν(*), ὅ μοι πάντων
ἐστὶν ἀνανκαιότερον(*). τὸ προ[σ]κύνημα ἡμῶν(*) ποιῶ παρὰ τῷ
5κυρίῳ Σεράπιδι, εὐχομένη ἡμᾶς(*) ὑγιαίνοντες(*) ἀπολαβεῖν,
ὡς εὔχομαι ἐπιτετευχότας(*). ἐ̣χ̣ά̣ρην κομισαμένη γράμματα,
ὅτι καλῶς διεσώθητε. ἀσπάζου Ἀμμω[ν]οῦν σὺν τέκνοις καὶ
συνβίῳ καὶ τοὺς φιλοῦντάς σε πάντες. ἀσπάζεταί ἡμᾶς(*) Κυρίλλα
καὶ ἡ θυγάτηρ Ἑρμίας Ἑρμίας, Ἑρ[μ]ανοῦβις ἡ τροφός, Ἀθηναΐς ἡ δέσκα-
10λος, Κυρίλλα, Κασία, [ ̣ ̣]μ ̣ ̣νις, Σ[ ̣ ̣ ̣]ανος, Ἔμπις, οἱ ἐνθάδε πάντες
ἐρωτηθεὶς οὖν πε[ρὶ σ]ὲ ὃ πράσσις(*) γρ[άφ]ε μοι, εἰδὼς ὅτι, ἐὰν γράμματά
σου λάβω, ἱλαρά εἰμι περὶ τῆς σωτηρίας ἡμῶν(*)
vac. ? ἐρρῶσθαι ἡμᾶς(*) εὔχομαι.
(hand 1) ἀπόδος Πτολε☓μαίῳ(*) τῷ τέκνῳ.
ἀσπάζου ̣ ̣ ̣ ̣