Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ὀρσενοῦπις Νείλωι τῶι
ἀδελφῶι χαίρειν.
[οἵ]ᾳ ἡμέρᾳ, ἐὰν κ̣ο̣μ[ί]σῃ τὴν
ἐ̣π̣[ι]στολήν, ὕπαγε ὅπου
5[ἐὰν ᾖ] Θᾶυς, ἵνα πέμψῃς
[αὐτὸ]ν πρὸς ἐμὲ̣ ε̣ἰ̣ς Θε̣ρ̣ενοῦ-
[θιν] ἐπὶ(*) χρείαν αὐτοῦ ἔχω
[ ̣ ̣ ̣ ̣] ὅτε γ[ὰ]ρ̣ ἦν ⟦ ̣⟧\ὧ/δε
εμ[ ̣ ̣] ο\ὔ/πω εἰς τὸν κ[ ̣ ̣ ̣]ν
10[ ̣ ̣ ̣ ̣] ̣ν̣, ἄρτι δὲ λ̣ε̣ί̣α̣ν̣(*)
χρ[ε]ία αὐτοῦ ἐστιν. ἀνά-
γνωθι οὖν Θάυτι τὴν
ἐπιστολὴν, ἵνα εἰδῇ, ὅτι
ἐγὼ αὐτοῦ χρείαν ἔχω
15καὶ προτρέψῃ αὐτὸν
τ̣[α]κ̣χ̣έ̣ως(*) π̣α̣ρ̣[αγ]εν̣έ[σ]θαι.
περὶ τῶν λίνων,
ὧν χρείαν ἔλεγες
ἔχειν, δήλωσόν μοι, ἵνα,
20ἐὰν ἔλθῃς, εὕρῃς αὐτά.
δηλώσεις δὲ πάλιν εἰ
Θᾶυς μέλλει ἔρχεσθαι
πρὸς ἐμέ, ἵνα ἢ ἐπί-
σχω αὐτῷ ἢ ἄλλον σκέψωμαι.
25ὡς νομ[ί]ζω, οἶδεν ἡ γυνή
σου ποῦ ἐστιν Θᾶυς, ἵνα εὕ-
ρῃς αὐτόν. (hand 2?) ἔρρωσθε πανοικε̣ί.
ἀδελφῶι χαίρειν.
[οἵ]ᾳ ἡμέρᾳ, ἐὰν κ̣ο̣μ[ί]σῃ τὴν
ἐ̣π̣[ι]στολήν, ὕπαγε ὅπου
5[ἐὰν ᾖ] Θᾶυς, ἵνα πέμψῃς
[αὐτὸ]ν πρὸς ἐμὲ̣ ε̣ἰ̣ς Θε̣ρ̣ενοῦ-
[θιν] ἐπὶ(*) χρείαν αὐτοῦ ἔχω
[ ̣ ̣ ̣ ̣] ὅτε γ[ὰ]ρ̣ ἦν ⟦ ̣⟧\ὧ/δε
εμ[ ̣ ̣] ο\ὔ/πω εἰς τὸν κ[ ̣ ̣ ̣]ν
10[ ̣ ̣ ̣ ̣] ̣ν̣, ἄρτι δὲ λ̣ε̣ί̣α̣ν̣(*)
χρ[ε]ία αὐτοῦ ἐστιν. ἀνά-
γνωθι οὖν Θάυτι τὴν
ἐπιστολὴν, ἵνα εἰδῇ, ὅτι
ἐγὼ αὐτοῦ χρείαν ἔχω
15καὶ προτρέψῃ αὐτὸν
τ̣[α]κ̣χ̣έ̣ως(*) π̣α̣ρ̣[αγ]εν̣έ[σ]θαι.
περὶ τῶν λίνων,
ὧν χρείαν ἔλεγες
ἔχειν, δήλωσόν μοι, ἵνα,
20ἐὰν ἔλθῃς, εὕρῃς αὐτά.
δηλώσεις δὲ πάλιν εἰ
Θᾶυς μέλλει ἔρχεσθαι
πρὸς ἐμέ, ἵνα ἢ ἐπί-
σχω αὐτῷ ἢ ἄλλον σκέψωμαι.
25ὡς νομ[ί]ζω, οἶδεν ἡ γυνή
σου ποῦ ἐστιν Θᾶυς, ἵνα εὕ-
ρῃς αὐτόν. (hand 2?) ἔρρωσθε πανοικε̣ί.