Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Στί̣λ̣βων Ἀθηνοδώρωι τῶι θεῶι καὶ
κυρίωι χαίρειν καὶ διευτυχεῖν· ἤδη
ἐμοῦ ἐξεληλυθότος καὶ γ̣ινομένου̣ ἐ̣π̣[ὶ]
τ̣ῶ̣ι κατὰ τὸν Θαυβαρίου πύργον διέ-
5ξαντες δοῦλος Χρυσίππου καὶ Σκαλίφου
εἰσήνεγκά<ν> με εἰς πόλιν μετὰ πλη-
γῶν καὶ ὕβρεων· ἐάν σοι φαίνηται
τῶι Σκ[α]λίφωι γράψαι περὶ τοῦ πλοίου
καὶ ἐμοῦ ἵνα με σὺν τῶι πλοίωι ἀπολύσῃ·
10μέμφεται γάρ σε ὁ Σκάλιφος λέγων ὅτι
οὐδὲ τοῦ τυχόντος ἐπιστολίου τέτευ-
χα παρά σου· διὸ ἀξιῶ σε γράψαι τῶι
Σκαλίφωι ἵνα ἀπολύσῃ ταχύτερον
διὰ τὸ τὴν ἀδελφήν σου βούλεσθαι ἐν
15τῶι πλοίῳ ἀναπλεῦσαι· περὶ δὲ οὗ ἔ-
χῃ ὅδε πακτονος(*) πᾶσι τοῖς κυβερνή-
ταις τῶν πλοίων εἶπα ἀνενέγκαι σοι
αὐτὸν καὶ οὗ πεπρήκασιν αὐτὸν ἀ̣[ν]ε-
νέγκαι· τοῦτο{ν} δʼ ἔστω τοῦτο τὸ ἐπιστόλιον·
msupκυρίωι χαίρειν καὶ διευτυχεῖν· ἤδη
ἐμοῦ ἐξεληλυθότος καὶ γ̣ινομένου̣ ἐ̣π̣[ὶ]
τ̣ῶ̣ι κατὰ τὸν Θαυβαρίου πύργον διέ-
5ξαντες δοῦλος Χρυσίππου καὶ Σκαλίφου
εἰσήνεγκά<ν> με εἰς πόλιν μετὰ πλη-
γῶν καὶ ὕβρεων· ἐάν σοι φαίνηται
τῶι Σκ[α]λίφωι γράψαι περὶ τοῦ πλοίου
καὶ ἐμοῦ ἵνα με σὺν τῶι πλοίωι ἀπολύσῃ·
10μέμφεται γάρ σε ὁ Σκάλιφος λέγων ὅτι
οὐδὲ τοῦ τυχόντος ἐπιστολίου τέτευ-
χα παρά σου· διὸ ἀξιῶ σε γράψαι τῶι
Σκαλίφωι ἵνα ἀπολύσῃ ταχύτερον
διὰ τὸ τὴν ἀδελφήν σου βούλεσθαι ἐν
15τῶι πλοίῳ ἀναπλεῦσαι· περὶ δὲ οὗ ἔ-
χῃ ὅδε πακτονος(*) πᾶσι τοῖς κυβερνή-
ταις τῶν πλοίων εἶπα ἀνενέγκαι σοι
αὐτὸν καὶ οὗ πεπρήκασιν αὐτὸν ἀ̣[ν]ε-
νέγκαι· τοῦτο{ν} δʼ ἔστω τοῦτο τὸ ἐπιστόλιον·
20ἔρροσσο(*) (ἔτους) κδ Καίσαρος Φαῶφι σεβαστῇ