Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

BGU IV 1141 TM Nr. 18585

Privatbrief, Alexandrien

Alexandria 14 - 13 v.Chr. (?)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 42; XI, S. 25; XIII, S. 31 BL online
Bemerkungen Rückseite: BGU IV 1057. Zu Z. 11 vgl. APF 53, 2007, S. 188. Zu Z. 18 vgl. Arzt-Grabner, 2. Korinther, S. 64, Anm. 65.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Olsson, Papyrusbriefe (1925) 9
  • Arzt-Grabner, 2. Korinther (2013), S. 64f.
Inhalt Brief (privat), N.N. an N.N., Auseinandersetzungen mit Kollegen auf einem Gut
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ε̣ρ̣ω̣σ̣η̣τ̣ι̣ πλεῖστα χαί(ρειν). ἔλαβον παρὰ Φ̣[ι]λ̣ο̣ξ̣[ένου] τ̣ὴ̣ν̣ [σ]ὴ̣ν̣ ἐπιστολ(ὴν) μόνην
η̣  ̣  ̣  ̣  ̣  ̣  ̣ δ̣ι̣ε̣σ̣τ̣ά̣μ̣ε̣θ̣α̣ ἀφʼ ὡς̣ ἀπα̣- ca.24 -ω̣ν. δι̣ὸ καὶ [μετὰ]
π̣ο̣λ̣λ̣ῆ̣ς̣ [χ]αρᾶς κατέσχον αὐτο̣ὺ̣[ς - ca.15 -]  ̣  ̣  ̣  ̣ δ̣ὲ̣ τούτους ⟦κ̣  ̣  ̣
⟦ἀλλὰ⟧ καὶ τὰ \δ̣έ̣ο̣ν̣τ̣α̣ - ca.14 - vac. ? - ca.10 -ο̣υ̣ ποιεῖν/ ⟦ἐ̣π̣ε̣ί̣γ̣ο̣ν̣τ̣α̣ π̣ρ̣ά̣γ̣μ̣α̣τ̣α̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣ ἀ̣ν̣α̣γ̣ρ̣α̣φ̣ο̣μέναις⟧
5κατανθ̣ρωπίζε̣τ̣[αι]. ἔπεμψας ο̣ὖ̣ν [τ]όν τε Φ[ιλόξε]νο(ν) καὶ Ἵλαρον, ἵνα ἐπιγνῶσιν
πρὸς ἃ ἔγραψά σοι ἠ(*) ἔστιν ἢ οὐ. κ̣ε̣κ̣ε̣τ̣ρ̣[  ̣κέν]αι δ̣ο̣κ̣ε̣ῖ̣ς̣, ὅτι μω̣ρα̣ντι σοὶ γράψα̣ι̣
ἀναγκάζομαι μηκέτι σοὶ μηθὲν γ̣ρ̣ά̣ψ̣α̣ι̣, [ἵνα] νοήσῃς, ὅτι δὲ \ἐν τῇ/ πρώτῃ μου
ἐπιστολῇ οὐθὲν ἁμάρτημα ἔνει, ο̣ὐ̣δ̣ὲ̣ [γ]ὰρ ⟦ε̣ἰ̣μ̣ὶ̣ ἐνφ⟧ ἔργον ἐπιτελῶι(*) ἐν-
φανιστοῦ, οὐδὲ σὲ γὰρ δοκῶι(*) εἰς ἐνφα[ν]ιστοῦ τόπον με ἔχειν. ἐρωτῶ
10σε οὖν καὶ παρακαλῶι(*) καὶ τὴν Καίσαρος τύ[χη]ν σε ἐξορκίζωι(*) κ̣α̣ὶ̣ [οὕ]τως σὲ
ιδ  ̣ι̣ν̣ ἐλεύθερον ὡς ἐπὶ θυμῶι παρ̣ενένκας τὴν ἐπιστολ(ήν). ἐρώτα οὓς
ἀπέσταλκας καθʼ ἕκαστον εἶδος καὶ δέδωκα ἀποδείξεις ἀληθινάς. ―
γελοῖος εἶ δὲ γράφων, ὅτι ἐάν σοι Ἔρως τὸ ἱκανὸν ποήσῃ(*) γράψον μοι καὶ γρά-
ψας αὐτῶι ὑβρίσαι με πρὸς γέλωτά μοι τοῦτο ἔγραψας. ἐγὼ μὲν οὐ
15δοκῶι(*) ἄξιος εἶναι ὑβρίζεσθαι ⟦ὡς καὶ μαρτυρηθήσεταί σοι ὑπὸ τῶν φίλων⟧ οὐδὲ
γὰρ ἡμάρτηκά τι εἰς σέ, οὐδὲ τοῖς σοῖς φίλοις \φανή(σεται) ὑβρίζεσθαί με/ ⟦τὸ ἱκανόν μοι ποιε̣ῖ̣ν̣⟧
\⟦φανήσεται⟧ τὸ ἱκανόν σοι ποιοῦντα./ ⟦το̣ύ̣τ̣ω̣ι ὑβρίζεσθαί με⟧. πέποιθα γὰρ ἐματῶι(*), ⟦ὅτι οὐ κατέλειψα [τό]πον⟧
⟦ἐ̣μ̣ὸ̣ν̣⟧ ἀφʼ ὡς σοὶ ἐφιλίασα, οὐ κατέλιψα τόπον. ἓν δέ μοι ἐνκαλέσεις,
ε̣ἰ̣ σὺ μέν μοι καὶ τιμὴν περιτιθεῖς καὶ θέλεις με εἶναι ἀνθρωπ  ̣  ̣  ̣
20καὶ συνέστησας καὶ συνδούλοις καὶ συνεξελευθέροις, ὅπερ ἐμο̣ὶ̣
χρήματά ἐστιν παρὰ σοὶ κα̣ὶ̣ ο̣ὗ̣ ὑ̣β̣ρίζωι(*) το[ῖ]ς γεγονόσι πλουσί̣ο̣ι̣ς παρὰ τὸν
σύνδουλόν σου καὶ συνεξελεύθερον. ⟦παρʼ ἕκαστα δὲ ὁ Ἔρως ὁ̣ σ̣ὸ̣ς̣   ̣  ̣  ̣  ̣  ̣
⟦ἐνοιδίζει(*) με λέγων⟧ οὐδὲ γὰρ ἐφιλίασά σοι εἰς τὸ ἀφαρπάσαι τι, ἀλλὰ ἡ
σὴ ψυχὴ ἐπίσταται, ὅτι ὡς δοῦλος ἐπʼ ἐλευθερίᾳ θέλει ἀρέσαι ο̣ὕ̣τω
25κἀγὼ(*) τὴ\ν/ φιλίαν σου \θέλων/ ⟦θ̣έ̣λ̣ω̣ι̣(*)⟧ ἄμεμπτ[ον] ἐματὸν(*) ἐτήρησα ⟦ο̣ὕ̣τ̣ω̣ς̣⟧
⟦ἀ̣λ̣λ̣ὰ̣ μ̣ε̣τ̣ὰ̣ δούλο̣υ̣ ἐ̣ρ⟧ \οἵαν/ ⟦ο̣ἵ̣α̣ν̣⟧ γὰρ ὕβριν μοι πεπόηκεν(*) ἐν τῷ κήπῳ κ̣α̣ὶ̣ ἐ̣ν̣
τῇ οἰκίᾳ Τερεντίου παρόντος καὶ Πριάμου καὶ Φιλοξένου καὶ Ἱλάρου ἠ(*) ἦν δάκρυα
σοὶ γράφειν γεγραφήκειν(*) ἂν ἀπ̣ὸ̣ τῶν δακρύων καὶ ⟦ἐν τῇ Πλατείᾳ⟧ ἀπ̣ε̣κ̣ά̣ρ̣π̣  ̣  ̣ν̣
τὸν ἡμῶν ἐκ τοῦ κήπου δρ̣ό̣μ̣(ον). περὶ ⟦μ̣ὲ̣ν̣⟧ τ̣ο̣ύ̣τ̣ω̣ν̣ διασαφήσουσιν οὓς ἀπέσταλ-
30κες, ἐάνπερ μὴ θ̣ελήσωσιν προσχαρίσασθαι συνδούλωι ⟦δ̣  ̣ε̣ι̣φ̣ρ̣α̣τ̣ι̣ω̣(ν)⟧
——
περὶ δὲ Ξύστου μοι γράφεις, ὅτι ἔξωι(*) καχεκτεύεται, ἤ(*) τι μ\ὲν/ ὁ σύνδ̣ουλος
αὐτὸν δυνήσεται συστῆσαι ἐγὼ οὐκ ἐπίσ̣τ̣α̣μαι, οὐδὲ γὰρ καθεύδωι(*)
ἔσωι(*) ἵνα εἰδῶι(*). ἡμέρας δὲ ἐν αἷς ἀναβαίνωι(*), εὑρ̣ί̣σ̣κ̣ω̣ι̣(*) αὐτὸν καθήμενο(ν)
καὶ πεινιζόμενον κρόκην, καθʼ ἡμέραν δὲ τὸν θυλωρὸν(*) ἐξερωτῶι(*)
35μή τις ἔξω ὕ̣πνωκε, καὶ ὁ̣ τ̣ῆ̣ς̣ ο̣ἰ̣κ̣ί̣α̣ς̣ οὐδεπώποτέ μοι ⟦μοι   ̣  ̣  ̣⟧ \εσ̣η̣/  ̣  ̣ν̣ο̣ν̣
οὐδὲ ἔ̣ξω δεδειπνηκέναι. Ξύστον δὲ ἐπιγνοὺς δεδειπνηκέναι ἔσω
ἐν τῇ οἰκίᾳ παρὰ Ἔρωτα δὶς προσελαβόμην αὐτὸν εἰς οἶκον παρʼ ἐμὲ καὶ ἐδί-
δουν αὐτῷ διαστολὰς μηδὲν αὐτῶι καὶ ἐκείνωι εἶναι, εὐλαβῶς
ἔχων \διὰ τὸ/ προε̣γ̣νωκ\έναι με/ περὶ τῶν δα̣κ̣τ̣υ̣λ̣ι̣δ̣ί̣ω̣ν̣ ⟦γεγονέναι⟧ ὧν ἐπόησε(*) ὁ Ἔρως,
40μή τι παραναπείσῃ αὐτὸν εἰς τὸ δηλῶσαί τι ἐν τῶι χειρισμῶι. περὶ δὲ
τῆς σκιᾶς φανερόν μοι ἐγενήθη ἐκζητήσαντι \μετὰ τοῦ Φιλοξέ(νου) καὶ Ἱλάρου/ ἠλλάχθαι μὲν τὴν πορ-
φυρᾶν ὑ̣π̣ὸ̣ τοῦ Διοδώρου καὶ μὴ δεδωκέναι σοί, πρὸς ὃ ἔδειξέ σοι
ὑπόδειγμα \διὰ τὸ τὸν/ ⟦τὸν δὲ⟧ κ̣ρ̣ύ̣π̣τ̣οντα ⟦  ̣  ̣  ̣  ̣ε̣ι̣α̣⟧ τὴν σκιὰν γέροντα ἐρω-
τ\ηθέντα/ ὑπʼ ἐμοῦ \εἰρηκέ(ναι) ἠλλάχθαι αὐτὴ(ν) [  ̣]  ̣με δι[  ̣] εἰρη(κέναι) αὐτῷ·/ διὰ τί ἀπʼ ἀρχ̣ῆς ι̣τ̣υ̣ι̣ οὐκ ἐνεφάνισας ταῦτα, ἵνα
45καὶ φιλανθρωπηθῇς; ἔλεγε· ὑ̣φ̣εστακώς μοι ἠ(*) ὁ Διόδωρος φιλάνθρω-
πον δοῦναι, ὃς δὲ οὔτε τοὺς μ[ι]σθούς μοι ἀπέδωκε οὔτε τὸ φιλάνθρωπ(ον)·
διὸ ἀνάγκη με ἔσχηκε ἐνφανίσαι. \ἐγβασανίσας οὖν/ ⟦ἐγὼι(*) οὖν ἠ̣ρώτ̣α̣σ̣α̣⟧ {οὖν τὸν}
⟦γέροντα μή τε πιστὸς   ̣  ̣  ̣  ̣τ̣η̣ π̣ρ̣ο̣έ̣κ̣ρ̣α̣ζ̣ε̣ν̣ α̣ὐ̣τ̣ῷ̣ εὑρίσκηι⟧ \ἠρώτων κατ̣ʼ ἰδίαν λάθρᾳ τοῦ Ξύστου θέλων ἐπιγνῶναι, ἠ(*) καὶ ὁ Ξύστος/
συνιστορεῖ, εἶπεν ὁ γέ̣ρ̣ω̣ν̣ μ[ὴ] εἰδέναι αὐτὸν τὸ καθόλον περὶ τούτων
50μηδέν. εἶπα δὲ αὐτῶι· κ̣α̣ὶ̣ χειρογραφῆσαί σε δεῖ περὶ τοῦ μὴ συνειδέναι
τούτοις τὸν Ξύστον, ὃς δὲ π̣ρ̣ῶ[τον] \[  ̣  ̣  ̣  ̣  ̣  ̣] α̣ὐ̣τ̣ὸ̣ν̣ τῶι π̣ή̣χει χειρογραφῆσαι/ ⟦ [μὲ]ν̣ α̣χ̣ συνιστορεῖν ὃς ἂν ἀν̣ει⟧-
⟦π̣η̣ι̣   ̣  ̣ει\⟦ἐπὶ τῆς παρα- ca.12 -⟧/ν π̣α̣ρ̣α̣  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣μ̣ε̣ι̣σ̣α̣ι̣ τὸν Δ̣ι̣ό̣δωρον δ̣ι̣ὰ̣ τ̣ὸ̣⟧
⟦μὴ δεδωκέναι μ̣ι̣σ̣θ̣ο̣ὺ̣ς̣ Traces
ὃς παρακαλεῖ με ἀναμεῖν̣α̣ι̣ τ̣ὴ̣ν̣ Traces
55αὐτῷ τὸν Διόδωρον δ̣ι̣ὰ̣ τ̣ὸ̣ μ̣ὴ̣ δεδωκέναι Traces
ναρχῃ ὄντι αὐτῶι Traces
ὑγιαίνω(  ) παραγ̣ε̣ν̣η̣(  ) Traces
Traces γ̣ρ̣ά̣-
ψ̣α̣ι̣ κ̣α̣ὶ̣ χρησιμεύειν Traces \ἐφάνη οὖν μοι/ Traces
60δ̣υ̣ν̣α̣το τοξ Traces \χειρό[γραφ]ο̣(ν)/ Traces
Traces 1 line
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar