Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

BGU IV 1062 TM Nr. 18507

Συνάλλαγμα ἐπιτηρήσεως

Oxyrhynchos 236, 29. Aug.
Andere Publikationen W.Chr. 276
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 40
Bemerkungen Zur Datierung vgl. BL VIII, S. 40. Zum Ort vgl. BL VII, S. 18.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Leben im ägyptischen Altertum (1991), S. 64.
Englisch:
  • Johnson, Roman Egypt (1936), S. 588, Nr. 341
Inhalt Vertrag, Epiteresis, Erhebung von Steuern
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σαραπίων ὁ κ[αὶ Δ]ῖος καὶ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς [ὁ καὶ Εὐδα]ίμων
ἀπελεύθερος Ἑρμίου Σαραπίωνος ἀμφότεροι ἀπὸ [Ὀ]ξ̣[υρύγ]χ̣ων [πόλε]ω̣ς̣ εἰσδοθέντ[ες ὑπὸ τοῦ] τοῦ
ἐνεστῶτος γ (ἔτους) ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος εἰς ἐπιτήρη[σ]ιν ὠνῆς πελω̣χ̣ι̣κ̣οῦ πόλεως
ν̣[ο]μοῦ Ὀξυρυγχείτου, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ τοῦ ἑα[υ]τ[ο]ῦ πατρὸς Αὐ[ρηλ]ίου Σαραπίωνος τοῦ καὶ Διο-
5σκουρίδου ἀπὸ τῆς αὐτῆς πόλεως, ὁ δὲ̣ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδαίμων διὰ τοῦ αὐτοῦ ἀμφοδογρα(μματέως)
Αὐρηλίου Σαραπίωνος Θέωνος καὶ Ἀμόις Ἀμόιτος μητρὸς Ἡρακλείας καὶ Σύρος ὁ καὶ [Ἀγα]θὸς Δαίμων
Πτολεμαίου μητρὸς Νιλοῦτος ἀμφότεροι ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Γάϊος Ἰούλιος Ἀλέ[ξαν]δρος υἱὸς
Γαΐου Ἰουλίου Σουβουράνα Λόγγου μητρὸς Νίκης, ὁ μὲν Σαραπίων ὁ καὶ Δῖος διὰ το[ῦ ἑ]αυτοῦ πατρὸς
{αὐτοῦ} Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διοσκουρίδου καὶ ὁ Ἑρμίας ἀνθʼ οὗ Ἑρμῆς ὁ καὶ Εὐδα[ί]μων διὰ τοῦ αὐ-
10τοῦ ἀμφοδογραμματέως Αὐρηλίου Σαραπίωνος συνηλλαχέναι τῷ τε Ἀμόι καὶ Σύρῳ [τ]ῷ καὶ Ἀγαθῷ Δαί-
μονι καὶ Γαΐῳ Ἰουλίῳ Ἀλεξάνδρῳ τοῖς τρισὶ ἐξ ἀλληλεγγύης τὴν δηλουμένην ἐπιτήρησιν
ἐπὶ τὸν τοῦ ἀμφόδου α̣ὐ̣τῶν ἐνιαύσιον χρόνον ἀπὸ α τοῦ ὄντος μηνὸς Θῶθ ἕως ε ἐπαγομένων
τοῦ αὐτοῦ ἐνεστῶ[τ]ος γ (ἔτους) ἐπὶ τῷ αὐτοὺς τοὺς περὶ τὸν Ἀμόιν τὴν ἀπαίτησιν ποιή[σα]σθαι πάν-
των τῶν τῇ αὐτῇ ὠνῇ ὑποστελλό[ν]των πράσσοντας κατά [τ]ε τὸν τῆς ὠνῆς γνώμ[ονα καὶ] τὴν
15τοῦ νομοῦ συνήθιαν(*) καὶ σύμβ[ολα] ἐκδοῦναι τοῖς διαγρ[άφ]ουσι καὶ τὰς διαγρ[α]φ̣[ὰς ἀνα]δ̣ο̣ῦ̣ν̣α̣ι̣
ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπ[ε]ζαν καὶ ὑπακοῦσαι καθʼ [ἕκα]σ[τ]ον μηνιαῖ[ο]ν τῷ [το]ῦ νομοῦ
στρατηγῷ πρὸς [τὰς] διαγραφά[ς], ἔτι δὲ καὶ συστήσασθαι τοὺς ταύτης λόγους ὡς ἐκε̣λ̣[εύσθη κ]α̣ὶ̣ τ̣ού-
των τὸν καταχω[ρισ]μὸν ποιήσασθαι οἷς δέον ἐστίν, καὶ τοὺς ἴσους ἐπιδοῦναι τῷ ἀ̣ποσταλησο-
μένῳ ἐξεταστῇ [κ]αὶ πάντα ἐπιτελέσαι ὅσα τῇ αὐτῇ ὠνῇ ἀνήκει διὰ τὸ ἐντεῦθεν διαπεπεῖ-
20σθαι αὐτοὺς ὑπʼ αὐτῶν περί τε ὀψωνίου καὶ τιμῆς χάρτου καὶ γράπτρων καὶ πάντων ἁπλῶς
τῶν τῇ αὐτῇ ὠνῇ διαφερ[ό]ντων, οἱ δ[ὲ περὶ τ]ὸν Ἀμόιν εὐδοκεῖν ἐπὶ τούτοις κ̣α̣ὶ̣ ἕκαστα ποιή-
σειν τῶν προκειμένων καὶ ἀπαρενο[χ]λήτ[ο]υς καὶ ἀνεισπράκτους καὶ ἀζημίους κ[αὶ] ἀ[σ]κύλτους
παρέξειν τοὺς περὶ τὸν Σαραπίωνα τὸν καὶ Δῖον περὶ πάντων ἁπλῶς τῶν τῇ αὐτῇ [ἐ]πιτηρήσει
[ἀν]ηκόντων [καὶ] μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παραβαίνειν τὰ προκείμενα. κύριον τὸ [συνάλλαγμα].
25[πε]ρὶ δὲ τοῦ ταῦτα [ὀ]ρθῶς καλῶ[ς γ]είνεσθαι ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ἑαυτοῖς ὡμ[ολόγησαν.]
[(ἔτους)] γ Αὐτοκράτ[ορο]ς Καίσαρος Γαίου Ἰουλίου Οὐήρο[υ Μαξιμείνου⟧ Εὐσεβοῦς Εὐτυχοῦς Σεβα[στοῦ καὶ Γαΐου]
[Ἰου]λίου Οὐήρου ⟦[Μαξί]μ̣ο̣υ̣⟧ τοῦ ἱ̣ε̣ρω̣τ̣ά̣τ̣ο̣υ̣ Κ̣α̣ί̣σ̣α̣ρ̣ο̣ς̣ Σ̣ε̣β̣α̣σ̣τοῦ υἱοῦ τοῦ Σεβαστοῦ Θῶθ α [ -ca.?- ]
(hand 2) Ἀμόις Ἀμόιτος διʼ ἐμοῦ [Αὐ]ρηλίου Διοσκόρου Ἀπίωνος [ἀγορανο-]
μήσαντος βουλευτοῦ συνηλλάγην σὺν τοῖς ἄλλοι[ς] τὴ[ν προκει-]
30μένην ἐπιτήρησιν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπ[ερωτη-]
θεὶς ὡμολόγησα. (hand 3) Αὐρήλιος Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγρα[ψα καὶ]
συνηλλάγην τὴν προκειμένην ἐπιτήρησιν ὡς πρ[όκ]ει[ται καὶ]
ἐπερωθεὶς(*) ὡμολόγησα. (hand 4) Γάιος Ἰούλιος Ἀλέξανδρος συνηλλάγην τ[ὴν]
ἐπιτήρησιν ὡς πρόκιται καὶ ἐπερωτητὶς(*) ὡμολόγησα. [ -ca.?- ]
r,minf
35(hand 1) τὸν Ἀμόιν Ἀμόιτος ὑπέβαλεν Διόσκορος ὁ ἀγορανόμος ὁ καὶ ἀντʼ αὐτοῦ ὑπο[γ]ρ[ά]ψ[ας],
ὁ γὰρ Σύρος ὁ καὶ Ἀγαθὸς Δαί(μων) ἐστὶν Πτολε̣μαίου Κερκεθυρείτου υἱὸς ὡς κοινωνὸς τοῦ Γαίου.
ἔστιν δὲ ὁ Ἀλέξανδρος ἀδελ(φὸς) Ἡρακλᾶ Γαϊτάνα. (τετρασσὸν) ἐγρά(φη), ὧν ἔσχεν ὁ ἀμφοδογρα(μματεὺς) α καὶ Διόσκορος α [κα]ὶ
Αὐρήλι[ο]ς α
v
συνάλλαγμα Δίου υἱοῦ ἐπιτηρήσεως τ̣έ̣λους πελω̣χ̣ικ̣οῦ γ (ἔτους) ἐπὶ ⟦  ̣  ̣  ̣  ̣
τ[οῦ] τῆ[ς] π̣όλ(εως) ἀμφοδογρα(μματέως).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar