Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Πρωτάρχωι
παρὰ Ἀπολλωνίου τοῦ Ἡρακλείδου
καὶ παρὰ Ἀμμωνίου τοῦ Ἀνου-
5βίωνος Πέρσου τῆς ἐπιγονῆς
περὶ τῶν διεσταμένων συγ-
χωρεῖ ὁ Ἀμμώνιος ἔχιν(*) παρὰ
τοῦ Ἀπολλωνίου δάνηον(*) διὰ χι-
ρὸς(*) ἐξ οἴκου ἀργυρίου Πτολε-
10μαικοῦ (δραχμὰς) ξδ ἄτοκον, ὃ καὶ ἀπο-
δώσειν ἐν μησὶν τρισ[ὶ]ν ἀ-
πὸ ἕκτης τοῦ ἐνεστῶτος μη-
νὸς Φαρμοῦθι τοῦ ιζ (ἔτους) Καίσα-
ρος διδοὺς ἐπάναγκες καθʼ ἑ-
15κάστην ἡμέραν ἐπὶ τοὺς τρε[ῖς]
μῆνας σταμμνὸν(*) ὀκτοκαι-
δεκακότυρον γάλακτος βο-
ήου(*) ἀρεστοῦ μηδεμίαν
ἡμέραν κοιλὴν ποησάμενος(*),
20ἐφʼ ᾧ καὶ ὁ Ἀπολλώνιος ὑπολογή-
σει τὴν τοῦ σταμμνοῦ(*) τιμὴν ἐς
τὸ προκίμενον κεφάλαιον ὀβολοὺς
τέσσαρες(*) μέχρει(*) τοῦ πληρωθῆ-
ναι τὸ δάν̣ηο̣ν̣(*), ἢ ἐφʼ ἧς ἐὰν ἡμέρας
25κοιράνῃ(*) ὁ Ἀμμώνιος τὴν τοῦ
γάλακτος χορηγίαν εἶναι αὐ-
τὸν παραχρῆμα ἀγώγιμον κ̣α̣ὶ̣
συνέχεσθαι μέχρει(*) τοῦ ἐκτ̣ε̣ῖ̣σ̣α̣ι̣
μὴ ἀναμίναντα(*) τὸν μεμερισ-
30μένον αὐτῷ χρόνον τὸ ὅλον κεφά-
λαιον ἢ τὸ ἐνο̣φι̣λ̣ηθησόμενον
σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος
[χ]ρόνου τοὺς κατὰ τὸ διάγραμμα
[τόκου]ς διδράχμους τῆς πράξεως
35γ̣ι̣ν̣ο̣μένης τῷ Ἀπολλωνίωι ἔκ τε
αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑ-
παρχόντων αὐτῷ πάντων καθά-
περ ἐγ(*) δίκης ἀκύρων οὐσῶν καὶ
ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν
40σκέπης πάσης. τοῦτο δʼ ἐστὶν τὸ
δάνειον ἐκτὸς ἑτέρων ὧν ὀφί-
λει(*) ὁ αὐτὸς Ἀμμώνιος σὺν τῇ μη-
τρὶ αὐτοῦ τῷ Ἀπολλωνίωι καθʼ ἑ-
τέραν συγχώρησιν ἄλλων
45ἀργυ(ρίου) (δραχμῶν) ρ, ὧν καὶ ἐκπεπλήρωται
τὸν τόκον ἕως τοῦ προκιμένου
(hand 2) μηνὸς Φαρμοῦθι. (ἔτους) ιζ Καίσαρ(ος) Φαρ[μοῦθι] ε.
——