Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

BGU IV 1051 TM Nr. 18494

Ehevertrag

Alexandria 30 v.Chr. - 14 n.Chr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 39
Bemerkungen Rückseite: BGU IV 1171. Zum Ort vgl. BGU IV, S. 161.
Inhalt Vertrag (Ehe)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Πρωτάρχῳ
παρὰ Λυκαίνης τῆς Ἀσκληπιάδου με-
τὰ κυρίου τοῦ πατρὸς Ἀσκληπιάδου
τοῦ Λύκου καὶ παρὰ Ἱέρακος τοῦ Ἀπολ[λω]ν̣ί̣ο̣υ̣
5καὶ τῆς τοῦτον ἐνγυωμένης εἰς ἔκτισιν
μητρὸς αὐτοῦ Διδύμης τῆς Διονυσίου [με-]
τὰ κυρίου αὐτοῦ Ἱέρακος. συνχωρ[οῦσι Λύ-]
καινα καὶ Ἱέραξ συνεληλυθέναι ἀλλ[ήλοις]
πρὸς βίου κοινωνίαν, ὁ δὲ Ἱέραξ εἰλη-
10φέναι παρ(*) ταύτης διʼ ἐνγύου τῆς Διδύ-
μης φερνὴν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου
Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοή-
κοντα τέσσαρες(*) σὺν τιμῇ κλαλίου
ἀσήμου δραχμῶν ὀκτώ · ἀπὸ τοῦ νῦν
15χορηγεῖν αὐτὸν τῇ Λυκαίνῃ τὰ δέον-
τα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ
γαμενῇ(*) κατὰ δύναμιν τῶν ὑπαρ-
χόντων καὶ μὴ κακουχεῖν αὐτὴν
μήδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν
20μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτ[ι-]
νειν αὐτόν τε καὶ τὴν Διδύμην παρα-
χρῆμα τὴν προκειμένην φερνὴν σὺν
ἡμιολίᾳ τῆς πράξεως γεινομένης
τῇ Λυκαίνῃ ἔκ τε αὐτοῦ Ἱέρακος καὶ
25ἐκ τῆς ἐνγύου Διδύμης καὶ ἐξ ἑνὸς οὗ
ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόν-
των αὐτοῖς πάντων καθάπερ ἐγ(*) δί-
κης, τὴν δε Λύκαιναν μήδʼ ἀφήμερον
γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς
30Ἱέρακος γνώμης μηδὲ φθείρειν τὸν
οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι
ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμέν[ην]
κριθεῖσαν στέρεσθαι τῆς φερνῆς χορὶς(*)
τοῦ τὸν παραπαίνοντα(*) ἐνέχεσθαι τῷ
35ὡρισμένῳ προστίμῳ, περὶ δὲ τ  ̣  ̣  ̣  ̣
[  ̣  ̣  ̣  ̣  ̣  ̣] ἐν ἡμέραις χρημ[ατιζούσαις ε]
[ἀφʼ ἧς ἂν] ἀλλήλο̣ι̣ς̣ [προείπωσι -ca.?- ]
Traces 2 lines
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar