Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 62737)

BGU XII 2173 TM Nr. 16125

Klageankündigung (editio actionis)

Hermopolis 498, 27. März - 25. Apr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 53; X, S. 24; XI, S. 31
Inhalt editio actionis, Klagegründe, Namen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Κῦρος ἐν̣τολεὺ[ς] Εὐχ̣[αρι]σ[τί]ας τ̣ῆ̣ς̣ [κ]ο̣σ̣μ̣ιωτάτης vac. ? Θεοδώρῳ ἀπὸ Ἑρμουπόλεως.
αἰτίασιν ἀποθεμένη ἡ̣ ἐ̣μ̣ὲ̣ π̣ρ̣οβα̣λ̣[ομ]ένη κοσμιωτάτη Εὐχαριστία ἐν τῷ προσφόρῳ πολιτικῷ δικαστηρίῳ
κατὰ φα̣[ν]ερῶν ὑπε̣υ̣θ̣ύ̣ν̣ων̣ καὶ σοῦ μνήμην ἐποιήσατο ὡς ἐνεχομένου αὐτῇ ἐπὶ διαφόροις κεφαλαίοις·
ὥστε τοίνυν μὴ ἀγν̣ο̣εῖν σε τὴν [α]ἰτίαν [τῆ]ς κατὰ σοῦ μέμψεως, ἴσθι ὡς ἐνάγει σοι κατὰ βίαν ἐπελθόντι καὶ κατεσχηκότι
5οἰκίαν διακειμένην ἐπὶ τῆς Ἑρμουπολιτῶν ἐν ᾗ τὰ νῦν παρὰ τοὺς νόμους καὶ βιαίως οἰκεῖς, ἐν ᾗ ἀπέκειτο διάφορα
κινητὰ πράγ[μ]ατα, καὶ ταῦτα ἀπ̣ε̣[  ̣  ̣]  ̣κότι καὶ Βασιλείδην καὶ Βίκτορα ἀδελφὸν καὶ Ἀθανάσιον καὶ Λεόντιον καὶ Μηνᾶν καὶ
Φοιβάμμωνα καὶ Μην̣ᾶν ἕτερον τοὺς παῖδας· ἐπιζητεῖ τοίνυν πρός σε τὸ ἐπιβάλλον αὐτῇ ἐκ τῆς \αὐτῆς/ οἰκίας καὶ τῶν σκεύων
καὶ α̣[ -ca.?- ]ν̣ τέτα[ρτ]ον μέρος̣ κε̣χ̣ρεωστημένων αὐτῇ ἐκ προσώπου Θεονίλλ̣ας τῆς μακαριωτάτης μάμμης
γ̣[εγονυίας(?) αὐ]τ̣ῆ̣ς̣ κ̣ατὰ πατέρα, καὶ [ἡ μ]ὲ̣ν̣ αἰτία αὕτη· ὁρίζομαι δὲ ἀγωγὴν ἐπὶ τούτοις·
[ -ca.?- ]c̣ f̣ạṃilie ercescunde
δικαστήριον·
10ἔτι [ἐ]νάγει σοι   ̣  ̣  ̣[ -ca.?- ]τ̣ουσα σὲ ε̣ἰ̣[ς   ̣  ̣  ̣  ̣]ρεσιν ἐλθεῖν κτήματος λεγομένου Λεβουσὼ διακειμένου ἐν πεδιάδι
κώμης Ἐνσεῦ̣ κ̣[ε]χ̣ρεωστημέν̣[ου   ̣  ̣  ̣] κ̣[ατ]ὰ̣ τὸ ἥμισυ μέρος ἐπιβάλλει αὐτῇ [ο]ὕτως· ἐκ μὲν πατρῴας αὐτῆς διαδοχῆς
μέρος ἕκτον, ἐκ [δ]ὲ̣ π̣ροσώπου τοῦ μ̣[ακα]ρ̣[ι]ωτάτου Σαραποδώρου ἀδελφοῦ αὐτῆς γεγονότος τὸ ὑπόλοιπον μέρος
τρίτον, κ̣αὶ ὁρίζεται ἐπὶ τούτῳ ἀγωγὴ̣ν̣
Cọmoti dibitonti,
κωλυόμε[ν]ος ἑτέραις χρήσασθαι ἀγωγαῖς καὶ ἕτερόν
σοι διαπ̣[έμψ]ασθαι βιβλίον εἰ χρεία γ̣[ένο]ιτο· ἐφύλαξεν δὲ ἑα̣υ̣τῇ κατὰ σοῦ ἡ ἐμὲ προβαλομένη ἐκ τῆς αὐτῆς ἐντεύξεως
15ἕτερα κεφάλαια ἀκέραια χρηματικά [τ]ε καὶ ἐγκληματικὰ καὶ ἑτέρας ἀγωγὰς καὶ πάντως̣ [ἁρ]μ̣ό̣τ̣τοντα αὐτῇ κατηγορικὸν
λόγον καὶ ἐκ τῶν προειρημένων προφάσεων.
Traces
☧ μετὰ τὴ[ν] ὑ̣πατείαν̣ τ[οῦ] δεσπότου̣ ἡμῶν Φλ(αυίου) Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτο̣κράτορος τὸ β Φαρμοῦθι [ϛ ][ἰνδ]ι̣κ(τίονος).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar