Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ζήνωνι χαίρειν Ἁρμάεις καὶ Τεῶς. ἐνέβημεν εἰς τὰ ἔργα ἀπὸ (ἔτους) λδ, σοῦ
συντάξαντος ἡμῖν τοῖς ἔργοις προσέχειν τετράμηνον. ἔστιν δὲ ἡμῖν
μῆνες ἑκκαίδεκα ἀπʼ(*) οὗτε παραστήκαμεν(*) τοῖς ἔργοις μετὰ Ὥρου τοῦ σοῦ
ὑπηρέτου· καὶ ἀναπληροῦν ἡμᾶς ποιεῖ ὃ ἂν λάβωμεν καὶ ὃ ἂν οἱ ξένοι λάβωσει.
5ἔστιν δὲ ὃ διδόασιν ἡμῖν παρὰ τὰς μυρίας πεντακοσίαν , καὶ ταῦτα προσεισ-
πράσσει ἡμᾶς. καλῶς ἂν οὖν ποιήσαις ἐπισκεψάμενος ἡμᾶς καὶ μὴ περιειδεῖν(*)
παραπολλυμένους τῆι λειμῶι, ἀνακαλεσάμενος Ὧρον διαλογίσεσθαι
ἡμῖν. vac. ? εὐτύχει.