Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως
καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαί-
ου Νήσου τῆς Ἡρακλ(είδου) μερίδος. ἔχω τόπον
5ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενού-
φεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ τῆς Θεμ(ίστου)
μερίδος, ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν
ἀποκείμενα σειτάρια(*). πρώην οὖν εἰς
τὸν τόπον εἰσελθόντων τῶν οἰκείων
10μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι, ἐφευ-
ρέθη τὰ σειτάρια(*) κεκουφισμένα, ἡ δὲ αἰτία
τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄν-
τος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν
κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ
15οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας
τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς
κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν
εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας
ἑπτά . ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέ-
20θεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑ-
πήντησαν, ἀναγκαίως τὴν ἐπίδοσιν τῶν
βιβλιδίων ποιοῦμαι, ἅπερ ἀξιῶ ἐν καταχω-
ρισμῷ γενέσθαι εἰς τὸ μένειν μοι λόγον
πρὸς τοὺς ἐνκαλουμένους Πανοῦφιν Στο-
25τοήτεως καὶ Πακῦσιν Καννεῖτος. διευτύχει.
(hand 2) Αὐρηλιου(*) Πακῦσις ἐπιδέδοκα(*)
(hand 1) (ἔτους) κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
Παρθικοῦ Μεγίστου Βρετανικοῦ(*) Μεγίστου
Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ
30Φα(ρμοῦθι) ιβ