Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Δημήτριος Ζήνωνι χαίρειν. ἐν τῆι Τύρωι ἀγοράσματά τινα
λαβὼν ἀνήλωκα τὸ ἐφόδιον. καλῶς ἂν οὖν ποιήσαις δοὺς Νικάδαι
τῶι τὰ γράμματά σοι ἀποδεδωκότι (δραχμὰς) ρν. ἔφθασεν δέ με
προαπελθὼν Χάρμος, ἐπεὶ μετʼ ἐκείνου ἂν αὐτὸν ἀπέστειλα. φρόντι-
5σον δὲ ἵνα καὶ τὸν Νικάδαν ἀποστείλῃς εἰς Βηρυτὸν μετʼ ἀσφαλείας.
γράψον δέ μοι \καὶ/ ὅπου δεήσει τὸ κερμάτιον ἀποστεῖλαι.
ἔρρωσο. (ἔτους) κζ, Ἀπελλαίου ιγ.
vλαβὼν ἀνήλωκα τὸ ἐφόδιον. καλῶς ἂν οὖν ποιήσαις δοὺς Νικάδαι