Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

BGU III 1002 TM Nr. 4523

Kaufvertrag

Hermopolis 55 v.Chr., 24. Juni
Material Papyrus
Inhalt Vertrag, Kauf, Haus, Kopie einer Übersetzung aus dem Demotischen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀντίγραφον συνγραφῆς πράσεως Αἰγυπτίας μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους κϛ Παῦνι κβ βασιλευς(*) πρεσβυτερος(*) Πτολεμα[ί]ου
νέου Διονύσου Φιλοπ[άτορ]ος Φιλαδέλφου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ κοινῶν ὄντων ἐν Ἀλεξανδρείᾳ. λέγει γυνὴ τῶν ἀφʼ Ἑρμουπόλεως
Ταθῶτις ἡ καὶ Ἑρμιονης(*) Ἀντιφίλου Ἑλλην(*) τῶν κατοίκων ἱππαρχης(*) ἐπʼ ἀνδρῶν Μηδόκωι Εὐδήμου Ἄρκας(*). πέπεικάς με τῆι τιμῆι τοῦ ὑπαρχοντο(*)
μου ἡμίσους μέρους αὐλῆς ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι οἰκίας Ἀντιφίλου ἀδελφοῦ μου ὧν ἔχω ἐν ἀμφισβ(ητήσει) καὶ τὸ ὑπάρχον μοι ἥμισυ μέρος
5ἑτέρας αὐλῆς ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι τῆς προγεγραμμένης οἰκίας ἐπί τινι μέρει ἐν τοῖς ἀπὸ βορρᾶ καὶ λιβὸς ἀπὸ γωνίας θυρίδος Αἰλούρου τῆς
πρώτης στέγης τῆς οἰκίας Ἀντιφίλου τοῦ προγεγραμμένου \μου/ ἀδελφοῦ ἕως εἰς βορρᾶ(*) μέχρι ρὑμηι(*) τῆς ἀπὸ βορρᾶ τῶν ὄντων ἐν τοῖς ἀπὸ λιβὸς ἐντὸς
φρουρίου μεγάλου Ἑρμαίου νυνὶ φρουρίου βασιλέως· γείτονες δὲ τῆς αὐλῆς ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται ἐν τοῖς
ἀπὸ βορρᾶ μέρεσι οἰκίας Ἀντιφίλου τοῦ προγεγραμμένου μου ἀδελφοῦ· νότου ἡ αὐτὴ οἰκία ὧν ἔχω ἐν ἀμφισβ(ητήσει) βορρᾶ καὶ ἀπηλιώτου ῥύμη(*) διʼ ἧς εἴσοδος καὶ
ἔξοδος λιβὸς ἑτερας(*) αὐλης(*) ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἕτερον ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται· γείτονες δὲ τῆς ἑτέρας αὐλῆς ἧς πέπρακά
10σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται· νότου αὐλης̣(*) Ἀντιφίλου τοῦ [π]ρογεγραμμένου μου ἀδελφοῦ ἀπὸ γωνίας θυρίδος Αἰλούρου
τοῦ καὶ προγεγραμμένου μέχρι γωνίας τῆς ἀπὸ νότου καὶ λιβὸς τῆς προγεγραμμένης οἰκίας βορρᾶ ῥύμη(*) διʼ ἧς εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου
ἑτέρα αὐληι(*) ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται λιβὸς οἰκιων(*) σου καὶ οἰκ[ί]α(*) Καμίωνος. σὰ δέ ἐστιν πάντα τὰ προ-
γεγραμμένα, δέδωκά σοι αὐτὰ τιμῆς ἀπὸ τῆς ἐνεστώσης ἡμέρας καὶ βεβαιώσω σοι αὐτὰ ἀπὸ παντὸς ἁπλῶς. ἐὰν δέ τίς σοι ἐπέλθηι περὶ
αὐτῶν, ἐκστήσω αὐτὸν ἀπὸ σοῦ. σαὶ δέ εἰσιν πᾶσαι αἱ κατʼ αὐτῶν κείμεναι συνγραφαὶ καὶ ὠναὶ καὶ δίκαια καὶ βέβαια καὶ νῖκος. ἐὰν δέ τίς σοι
15ὅρκος ἢ ἐπίδειξις ἐπιβληθῆι περὶ αὐτῶν, ἐγὼ αὐτὸς ἐπιτελέσωι(*) καὶ πάλιν βεβαιώσω σοι αὐτὰ [ἀπὸ π]αντὸς ἁπλῶς. ὑπάρχει δὲ καὶ την(*) πρὸς
ταύτην ἀποστασίου συνγραφὴ καὶ ἐπεγράφησαν ἐκ των(*) ὀπίσω μαρτυρω(*) δέκα ἕξ .
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar