Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
παρὰ Ἀρ̣[τεμιδώρ]ου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων
οὗ ἐπ̣ι̣δ̣[εδώκ]α̣μ̣ε̣ν ὑπομν̣ή̣μ̣α̣τος Τήρηι τῶν φίλων καὶ στρα-
τηγῶι ὑπ[όκε]ι̣ται τὸ ἀντίγραφον. ἀξ̣ι̣οῦμεν οὖν καὶ σὲ προνοιηθῆναι(*)
5περὶ τῶν ἐν α̣ὐ̣τ̣ῶ̣ι δεδηλομένων(*)· τούτου γὰρ γενομένου
τευξόμεθ̣α̣ φιλανθρωπίας. εὐτύχει.
Τήρηι τῶν φίλων καὶ στρατηγῶι
παρὰ Ἀρτεμιδώρου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων.
τῆι ϛ Φαῶφι τοῦ λϛ (ἔτους) διαπορευομένων ἡμῶν τὴν ἀ-
10φʼ Ἡρακλέους̣ πολιν(*) ἐπὶ τὸν̣ ὁρμου(*) ὁδὸν σὺν ἄλλοις ὁπην̣ί̣κ̣α
ἐγενόμεθα κατὰ τὴν πύλην τὴν φιρουσαν(*) ἀπὸ τοῦ φρουρίου
εἰς τὴν Ἡρακλέους, ἐπικαθήμενός τ̣ι̣ς̣ πορείωι οὗ τὸ ὄνομα
ἀγνο<οῦ>μεν ἐνέσεισεν τῶι ἑν̣ὶ̣ [ἡ]μ̣ῶν Ἀρτεμιδώρωι ἐπίτηδες,
ὡς ἔστιν ἐκ τῶν εὐλόγων θεορ̣ῆ̣σαι(*), τοῦ γὰρ Ἀρτεμιδώρου ἐπι-
15τιμήσαντος αὐτῶι καὶ γενηθέντων ἡμῶν ἐντὸς τῆς πύλης
τοῦ ὀ̣χυρώματος Κόσων τις καὶ Θυμολέων καὶ ἄλλοι ὧν τὰ ὀνόματα
ἀγνοοῦ<με>ν ἐπιθέμενοι ἡμῖν καὶ τῶι συνακολουθοῦντι ἡμῖν
Ἀνδρονίκωι μεθύοντε̣ς ἐ̣μασ̣τ̣ίουν(*). ἔν<ι>οι μὲν ἐνσείοντες
πλείνθους(*) καὶ χάλικας, ἕτεροι δὲ ταῖς ἑαυτῶν χερσεὶ(*) κ̣α̣ὶ̣ τ̣ο̣ῖ̣ς̣ σ̣κ̣έ-
20λεσιν, ἄλλοι δὲ ἔδακν̣ον. ἐγ δὲ τοῦ το̣ι̣ούτ̣ο̣υ̣ κινδυνευόντων
ἡμῶν καὶ ἐπικαλουμένων βοηθοὺς καί τινων διὰ τὸν θόρυβον
ἐπιπαραγενηθέντων καὶ βοηθησάντων τῆς τε τοῦ Κόσωνος
καὶ Θυμολέ<ον>τος ἀγωγῆς ἐπὶ τὸν φρούραρχον γενομένης
ἐ̣π̣ε̣κ̣π̣ηδή̣σ̣α̣σ̣α̣ Ἀμμωνία τίς τινα μὲν ὧν περιεβεβλήμεθα
25ἱματίων κατᾳκίσατο(*), ἐν δὲ τῶι θορύβωι καὶ τὸ τοῦ Ἀνδρονίκου
ἱμάτιον ἀπηλ̣λ̣ά̣γη ἔχουσα. οἱ δὲ σὺν τοῖς περὶ τὸν Κόσωνα ὄντες
εἰς φυγὴν ὅρμησα̣ν. μετὰ δὲ τὸ παραδοθῆναι τοὺς διασαφουμένους
Ἐπιμάχωι τῶι παρὰ τοῦ φρουράρχου ἐπιπαραγενηθέντες
Νικόδημός τι̣ς̣ καὶ Ἀσκληπιάδης καὶ ἄλλοι πλείονες ὡσαύτως
30μεθύοντες κα̣ὶ̣ ἀ̣κούσα̣ν̣τες̣ ἔνδον εἶναι ἡμᾶς εἰσ{ιδ}ε̣βιά̣ζ̣ο̣ντο
ἀ̣λ̣ο̣γ̣ῆσ̣α̣ι̣ ἡ̣μ̣ᾶ̣ς̣ β̣ουλ̣ό̣μενο̣ι̣, τῶν δὲ δι<ὰ> τὸν θόρυβον ἐπισυναχθέν-
των ἐπιτιμησάντων αὐτοῖς καὶ καταστησάντων ἡμᾶς εἰς οἶκον
οὕτως ἀπηλλάγησαν. αὐτοὶ δὲ τῶι ζῆν κεκινδυνευκότες
καὶ καθυπονοοῦντες τὰ τῆς ἐπιθέσεως εἰς ἡμᾶς συντετε-
35λέσθαι ὑπὸ Ἀπολλωνίου τοῦ Ἡρακλείδου Ἀμμωνιέως χάριν
τῆς ἐνεστώσης τῶι ἑνὶ ἡμῶν Πρωτάρχωι ἐπὶ Νικάνορος
καὶ Ἀρχιάνακτος πρ̣ὸ̣ς τὴν γυναῖκα αὐτοῦ Χρυσοῦν καὶ τὸν
μεμοιχευκ̣[ό]τ̣α̣ α̣ὐ̣τ̣ὴ̣ν̣ Ἀ̣πολλώ\νι/ον τὸν προγεγραμμένον
40τόπων τὸν πρὸς αὐτοὺς λόγον συν-
σ̣τήσ̣εσθαι διὰ τὴν προε̣ι̣ρημένην
αἰτίαν ἀξιοῦμεν ἐὰ̣ν̣ φαίνηναι(*) προνο-
ηθῆναι ὡς οἱ μὲν διασαφούμενοι καὶ
ἡ Ἀμμωνία ἀσφαλισθήσοντ̣αι, τὸ δὲ
45ὑπόμνημα ἀναπεμφθῆ̣ν̣α̣ι̣ ἐπὶ Νικάνορα
καὶ Ἀρχεάνακτα ὅπως \καὶ/ ἀπ̣[ὸ] τούτου ὁρμηθέν-
τες ποιησομεθα(*) τὸν προσήκοντα λόγον.
τούτου γὰρ γενομένου τευξόμεθα
ἀντιλήψεως.
——
50εὐτυχεῖτε.