Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1[γ]εωργ[ῶν] τῶν ἐ[κ τῆς αὐτῆς.]
τῆι η τοῦ Μεσορὴ τοῦ δ (ἔτους)
ὄντων ἡμῶν ἐν τῶι
πεδίωι πρὸς τοῖς ἔργοις
5ἧς γεωργοῦμεν περὶ τὴν
κώμην γῆς ἐπελθόντες
ἐπὶ τὴν ὑπάρχουσαν ἡμῖν
οἰκίαν Πύρριχος Διονυσίου
τῶν κα(τοίκων) ἱπ(πέων) καὶ Ἡράκλειος Ποσειδίππου
10τῶν ἐκ τῆς αὐτῆς κώμης
σὺν ἄλλοις πλείστοις ἐν
μαχαίραις οὐδενὶ κόσμωι
χρησάμενοι συντρίψαντας(*)
τὴν παρόδιον θύραν
15καὶ προσαγαγόντες τῶι
πύργωι θύραν διέκοψαν
μέρος τι. γενόμενοι ἔνδον
τὰς λοιπὰς θύρας συντρίψαντες
ἀπηνέγκαντο τὰ ὑπο-
20γεγραμμένα, οὐθενὸς
ἁπλῶς ὄντος ἡμῖν πρὸς
αὐτοὺς. ὧν χάριν ἐμπε-
ποδισμένοι ἐν τοῖς ἔργοις
καὶ ταῦτα τοῦ ὕδατος
25ἐπικειμένου διὸ ἐπιδί-
δομέν σοι ὅπως περὶ ἑκάστων
ὑπογραφὴν ποιήσηι προσ-
υποτάξαντα(*) καὶ τοῦ
ὑπομνή(ματος) ἀντίγρ(αφον) οἷς καθήκει,
30ἵνʼ ἡμεῖς μὲν κομισώμεθα
τὰ ἑαυτῶν αὐτοὶ δὲ τύχωσι τῆς
ἁρμοζούσης ἐπιπλήξεως.
——
εὐτύχει.
ἔστιν δὲ τὸ καθʼ ἓν·
35θύραν μυρικί(νην),
σκαφεῖα β,
χαλκοῦ (δραχμαὶ) σ.
1[γ]εωργ[ῶν] τῶν ἐ[κ τῆς αὐτῆς.]
τῆι η τοῦ Μεσορὴ τοῦ δ (ἔτους)
ὄντων ἡμῶν ἐν τῶι
πεδίωι πρὸς τοῖς ἔργοις
5ἧς γεωργοῦμεν περὶ τὴν
κώμην γῆς ἐπελθόντες
ἐπὶ τὴν ὑπάρχουσαν ἡμῖν
οἰκίαν Πύρριχος Διονυσίου
τῶν κα(τοίκων) ἱπ(πέων) καὶ Ἡράκλειος Ποσειδίππου
10τῶν ἐκ τῆς αὐτῆς κώμης
σὺν ἄλλοις πλείστοις ἐν
μαχαίραις οὐδενὶ κόσμωι
χρησάμενοι συντρίψαντας(*)
τὴν παρόδιον θύραν
15καὶ προσαγαγόντες τῶι
πύργωι θύραν διέκοψαν
μέρος τι. γενόμενοι ἔνδον
τὰς λοιπὰς θύρας συντρίψαντες
ἀπηνέγκαντο τὰ ὑπο-
20γεγραμμένα, οὐθενὸς
ἁπλῶς ὄντος ἡμῖν πρὸς
αὐτοὺς. ὧν χάριν ἐμπε-
ποδισμένοι ἐν τοῖς ἔργοις
καὶ ταῦτα τοῦ ὕδατος
25ἐπικειμένου διὸ ἐπιδί-
δομέν σοι ὅπως περὶ ἑκάστων
ὑπογραφὴν ποιήσηι προσ-
υποτάξαντα(*) καὶ τοῦ
ὑπομνή(ματος) ἀντίγρ(αφον) οἷς καθήκει,
30ἵνʼ ἡμεῖς μὲν κομισώμεθα
τὰ ἑαυτῶν αὐτοὶ δὲ τύχωσι τῆς
ἁρμοζούσης ἐπιπλήξεως.
——
εὐτύχει.
ἔστιν δὲ τὸ καθʼ ἓν·
35θύραν μυρικί(νην),
σκαφεῖα β,
χαλκοῦ (δραχμαὶ) σ.