Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

SB XVIII 13274 TM Nr. 36279

Homologie über die Freiheit einer Dienerin

Aphrodites Kome (Antaiopolites) Anfang (?) VI
Andere Publikationen P.Cair. Masp. I 67089 und III 67294
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
X, S. 218
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Keenan, Law and Legal Practice (2014), 9.3.3 (S. 467-469)
Inhalt Freilassung (Dienerin)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
v
-- -- -- -- -- -- -- -- -- --
1  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣αρε[- ca.13 -]μω  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]
διαξας μὲν τοῦ ἐν ἁγίοις μου πα̣[τ]ρ̣ὸς καιρὸν οὐκ ὀλ[ίγ]ο̣ν π̣λ̣ε̣ί̣σ̣τ̣η̣ν̣   ̣  ̣  ̣  ̣
  ̣  ̣δ̣ι̣ε̣μ̣  ̣  ̣  ̣  ̣ενειμ  ̣  ̣  ̣  ̣η̣γ̣α̣γ̣ε̣ν̣ δ̣ὲ̣ α̣ὐ̣τ̣ῷ̣ τ̣ῷ̣   ̣  ̣οφ  ̣  ̣  ̣  ̣υμ  ̣  ̣ ἐ̣κεῖ̣ν̣ο̣ς̣
εὐνοεϊκώτατο̣  ̣(*) π̣α̣ραμέ̣νουσα   ̣  ̣  ̣  ̣
5τῷ̣ δε̣σ̣π̣ό̣τ̣ῃ̣ μ̣ο̣υ̣ τ̣ῷ̣ ἐ̣ν̣ λ̣[αμπ]ρᾷ̣ τ̣ῇ̣ μ̣ν̣ή̣μῃ πατρί. καὶ οὐδεμίαν ἐμφάνι[σιν]
πώποτε ηὗρον παρά τε τοῦ ἐμοῦ πατρός, οὔτε παρʼ ἑτέρου, ὡς δοῦλοι   ̣  ̣  ̣
κ̣α̣θ̣εστήκ̣[α]σιν ἀπό τινος οἱουδήποτε νομίμου τίτλου. ἐξ ἐκεινου(*) τοίνυν
τῶ̣[ν] π̣ρο̣ω̣ν̣ο̣μ̣α̣σ̣μ̣έ[νω]ν̣ Ἰ̣α̣κὼβ καὶ Σ̣ο̣φία̣ς, παῖδες καθεστήκασιν Λία καὶ Ῥαχὴ[λ]
κ̣α̣ὶ Ἐρεβέκκα. ἐκ Λίας τίκτεται παῖς Μᾶρκος καὶ Σοφί[α]· ἄλλα Λία τ̣ελ̣ε[υτὴν]
10βίου ει  ̣  ̣  ̣  ̣ηθη⟦  ̣⟧ μετὰ τ̣[οῦ αὐτῆς⟧ αὐτοῖς(*) υἱοῦ Μάρκου· καὶ
Σοφία δὲ ἡ περιοῦσα θυγάτηρ δὲ ταύτης τῆς ἀπελθούσης Λίας, ἐξ ἧς τίκτετα[ι]
Ἰωάννης καὶ Ἰσὰκ καὶ Ἰακὼβ καὶ ἄλλοι, ταύτην μετὰ τῶν αὐτῆς παίδων
ἕλκοντες εἰς δουλείαν(*) ὄψονται ἀπαντῶντες τῷ βήματι τοῦ Κρείττονο̣ς̣.
καὶ ταῦτα μὲν περὶ τούτου. ἐπεὶ τοίνυν ἐκείνων τῶν προδηλωθέντων
15Ἰακὼβ καὶ Σοφίας, ὡς ἀνωτέρω δεδήλωται, γεγένηται Ῥαχὴλ καὶ Ἐρεβ[έκκα]
καὶ Λία, καὶ Ῥαχὴλ μὲν μονί̣ρη βίον ἐξείλατο. Λία δὲ τίκτει Σοφια(*), καὶ
Ἐρεβέκκα Εὐλογίαν καὶ Μάρθαν. ἄλλα Εὐλογία τὸν ἀσκητικὸν ἐκληρωσάτ[ο]
βίον καὶ αὐτὴ, περιλείπεται δὲ ἐν τῷ ἐμῷ οἴκῳ διάγουσα. καὶ ἵνα μὴ χρόνῳ
τινὶ ὑπό τινος ὡς εἰκὸς διαδεχομένων τὰ ἐμά, μακρωγηραιη
20τὸν ἐμὸν λογιώτατον κληρονόμον, ἐπὶ πλείστην δὲ χρόνον τούτων
φυλάξει τὸ θεῖον τ̣ῶν οἰκείων ἀπολαύοντα, ἵνα τοίνυν μὴ παρενοχλησαι(*)
οἷα δοῦλοι(*) τυγχάνουσαι· τούτου χάριν ἐπὶ τὴν παροῦσαν ἐλήλυθα ἔγγραφον
ὁμολογίαν, διʼ ἧς ἐννοῶ μὲν αὐτὴν καὶ ἀκρίβως ἐπίσταμαι μὴ εἶναι παντελῶ[ς]
δούλην μήτε ἐκ δούλης γεγενῆσθαι, καθʼ ὃν προαφηγησάμην τρόπον·
25εἰ δὲ καὶ ὡς εἰκὸς πειραθείη τις τῶν μετὰ ταῦτα παροχλῆσαι αὐτῇ, ἐκ ταύτης τῆς
ἐγγράφου ὁμολογίας, ᾗτινι καὶ συναινεῖν παρεσκεύασα \τόνδε/ τὸν λογιώτ(ατον)
σὺν Θεῷ δὲ ἐμὸν κληρονόμον, διʼ ἧς προτρέπομαι αὐτὴν ἐντεῦθεν
ἤδη̣ τὰ τῶν ἐλευθέρων διαπράξασθαι, καὶ τὰ δέοντα ποιεῖν. ἀκήκοα γὰρ
αὐτῆς κατὰ τὸν παρόντα καιρὸν φθεγγομένης καὶ ἐρωτουμένης(*)
30περί τινος κεφαλαίου ἀνήκοντος αὐτῇ ὡς· οὐ καθέστηκα ἐλευθέρα. καὶ
τούτου χάριν τὸ κρίμα τοῦ Θεοῦ φοβεθεὶς(*), καὶ ἐννοήσας τὴν φιλανθρωπ[ίαν]
τοῦ̣ Σ̣ω̣τ̣ῆ̣ρ̣[ος κατε]στενάξασα, καὶ ἐπὶ τὴν παροῦσαν ἦλθον
ἔγγραφον ὁμολογίαν, δ̣ι̣ʼ ἧ̣ς ἐγγράφου ὁμολογίας προετρεψάμην
αὐτὴν γνῶναι ὥς ἐστιν μὲν ἐλευθέρα. εἰ δὲ καὶ ὡς εἰκὸς
35δο̣ύ̣λην̣ [αὐτ]ὴν ἐπ̣ι̣χ̣[ειρήσῃ τις λέγειν (?)], γ̣ινέ̣σθω
διὰ τῆς παρούσης ἐγγράφου ὁμολογίας ἐλευθέρα τοῦ
r,A
{το(ῦ)} λοιποῦ, μὴ ὀχλουμένη ⟦ἐπεὶ⟧ \ὑ/πʼ οὐδενὸς̣ μηδὲ ὑπὸ τοῦ ἐλλο\γ/ιμωτάτου
κ̣α̣ὶ̣ π̣ο̣θ̣ειν[ο]τάτου [ἐμοῦ κληρ(ονόμου) τοῦ] κ̣[αὶ συ]ν̣α̣ι̣ν̣έσ̣αντ[ο]ς̣ κατὰ κέλευσιν
ἐμὴν καὶ ἐπιτροπὴν ταύτῃ τῇ ἐγγράφῳ ὁμολογίᾳ. τοῦ λοιποῦ τοίνυν
μηδὲν ὑφοράσθω μήδε ἐννοείτω τινὰ δύνασθαι λέγειν αὐτὴν
5δούλην, ἀλλ(ὰ) ἔστω καθὼς προδεδήλωται ἐλευθέρα, μηδενὸς
δυναμένου τὴν ἄνωθεν αὐτῇ δεδομένην ἐλευθερί\αν καταβλάψαι/
r,B
-- -- -- -- -- -- -- -- -- --
(inverse) 1 [εὐτ]υχήσα̣[σα   ̣  ̣] κ̣υ̣β̣ε̣ρ̣ν̣ή̣την καὶ τῆς εὐκτ̣α̣ί̣α̣ς̣ \εἰ χειμώνος/ ὀ̣ψ̣έ̣ ποτε,
(inverse) \ἐπιτυχοῦσα/ γαλήνης· τὰ γὰρ λυπηρὰ τῶν προυπαρξάντ̣[ων] ἢ̣ τε̣λ̣ε̣[σ]ά̣[ντων]
(inverse) π̣ρ̣[ὸς] ἡ̣δ̣ο̣ν̣ὴ̣[ν]   ̣  ̣ε̣  ̣μ̣ε̣  ̣  ̣λ̣  ̣  ̣κ̣  ̣η̣χ̣  ̣  ̣  ̣  ̣ ὁ μ̣ὲν̣ οὖ̣ν σ̣υκ̣ο̣φ̣άντης ε̣  ̣  ̣  ̣  ̣
(inverse) ἑ̣α̣[υ]τ̣ῷ̣, σ̣χ̣ο̣λάζ̣ω̣ν τη(*) φυσει(*), παρεγγυᾷ ἢ πρ[ὸ]ς̣ ἀμείνονα
4/5(Writing inverse to main text) με̣ταρυθμίζεσθαι(*)
(inverse) 5 γνωμη(*), ἢ τούτοις εἴκειν τοῖς ἀδ̣εκάστοις καιροῖς.
(inverse) ὁ δὲ πλεονέκτης̣ τὴν ἀκόρεστον φύσιν εἰς αὐτάρκ̣η μεταλλάξ(ει) προαίρεσι[ν]·
(inverse) αὐτὸς ἑαυτῷ γέγονεν διδάσκαλος, εὐλαβούμενος καὶ πρὸ τῆς πεί̣ρας
(inverse) τὸν κίνδυνον. οἱ δὲ γε̣ι̣τ̣νειῶντες(*) βάρβα̣ροι̣ ἀναιμ\ά/κτῳ φήμῃ
(inverse) φοβερῶς καὶ πρὸ τῶν ἔργων βαλλόμενοι τὴν ἡσυχίαν, πρόφασιν
(inverse) 10 σωτηρίας νομίζοντες, ἀσμενίζουσι ταύτην, προνοητικῶς
(inverse) βουλευσάμενοι, καὶ ἑαυτοῖς, οὐκ(*) ἡμῖν, τὰ μέγιστα χαριζόμενοι.
(inverse) ἀμ̣ύνατε τοίνυν καὶ ἐν τούτοις ἡμῖν τὰ πάντα φιλανθρωπότ(ατοι)·
(inverse) τοὺς μὲν καλουμένους βουκελλαρίους τὴς χώρας ἐλαύνοντες,
(inverse) τοὺς πρὸς παράνομον ἑαυτοὺς ἐκμισθοῦντας παράταξιν, καὶ
(inverse) 15 τὸν ἀλλότριον πόνον οἰκεῖον κέρδος νομίζοντα̣ς· τὸν δὲ οἰκέτην
(inverse) ἔνοπλον ο̣ὐ̣κ ἐῶντες παρησιάζεσθαι(*) αὔξοντα μᾶλλον ἢ μειοῦντα
(inverse) τὴν κακίαν τοῦ κεκτημένο(υ)· καὶ τὸν ἰδιώτην ὡς ἰδιώτην
(inverse) β̣ιωτεύειν το(ῦ) λοιπο(ῦ) καὶ μὴ σιδήρῳ χρῆσαι̣ κατὰ τῶν ὁμοφύλων
(inverse) κελεύοντες. \(possible punctuation mark)/ ταῦτα γὰρ καὶ φόβος κωλύει βασιλικός,
(inverse) 20 νόμοις ὀχυρώσας τὸν φόβον καὶ ὑμᾶς τῶν νόμων
(inverse) φύλακας \ἀ̣κρι[β]εῖς/ καταστήσας ⳨ ⳨ ⳨
r,C
(hand 2?) † πρὸ μὲν πάντων πολλὰ προσκυνῶ καὶ ἀσπάζομαι εἰς τὴν ὑμετέραν ὁμολογίαν π̣ρ̣ὶν (hand 3) μηλ(  )
(inverse) (hand 2) τὸν γενναιώτατον(*) στρατιωτης(*) ὀφείλοντα ἐγθένεσ̣θα̣ι̣(*) τον
r,D
(inverse) (hand 4?) † μηδέν[α] δὲ ἕ̣λ̣κ̣[εσ]θ̣αι τῶν θείω̣ν̣ χαρ[α]κ̣τήρω̣ν̣ β̣ίᾳ, ὅπερ καὶ Θεῷ σωτῆρι φίλον,
(inverse) καὶ τῇ τῶ[ν] πάντων κρατούσῃ τύχῃ μεμ̣[ελ]η̣μένον̣, καὶ ὑμῖν δὲ τοῖς ἐννόμοις
(inverse) σπουδα̣σμένον̣(*)
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar