Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

UPZ I 110 Z. 193 - 213 TM Nr. 3502 (HGV Nr. 3502b)

Erlasse des Dioiketen Herodes

Memphis (?) 164 v.Chr., 23. Okt.
Andere Publikationen P.Par. 63 Kol. VII; P.Petr. III S. 15
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 500; IX, S. 363
Bemerkungen Rückseite: P.Par. 1 (literarisch, Pack [1965] 369). Gehört zu UPZ I 111, 144 und 145.
Inhalt Brief (amtlich), der Dioiket Herodes an den Epimeleten Theon, Rüge, Ermahnung zur gerechten Ausführung eines königlichen Prostagmas zur Zwangspacht
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1,ms
Ἑρμη  ̣
1,ctr
Ἡρώιδης(*) Ὀνί[αι] χαίρειν. ἔρρωται μὲν βασ[ιλεὺς]
Πτολεμαῖος καὶ βασιλεὺς Πτολεμαῖος ὁ ἀδελφὸς κ[αὶ]
βασίλισσα Κλεοπάτρα ἡ ἀδελφὴ καὶ τὰ τέκνα καὶ
τὰ πράγματʼ {ατ} αὐτοῖς ἔχει κατὰ τρόπον· ἰ(*) δὲ
5καὶ σὺ ὑγιγαίνις(*) καὶ τἆλλα(*) σοι κατὰ λόγον ἐστίν, εἴ-
η ἂν ὡς βουλόμεθα, καὶ καιτοὶ(*) δʼ ιἱκανῶς(*) ἐπανή-
γομεν. τῆς πρὸς Δωρίωνα τὸν ὑποδιοικητὴν
ἐπιστολῆς ὑπόκιταί(*) σοι τὸ ἀντίγραφον. διαλα-
βὼν οὖν ὡς ἡ περὶ [τ]ῶν κατὰ τὸν σπόρον φρον-
10τὶς κοινῆι πᾶσιν ἐπιβάλλει τοῖς τῶν πραγμά-
των κηδομένοις καλῶς ποιήσ\ε/ις τὴν πᾶ-
σαν προσενεγκάμενος ἐκτέν\ε/ιαν καὶ πρ[ο]νο-
ηθείς, ὅπως μητεν(*) τῶν ἀδυνατούντων γε-
ωργεῖν περισπᾶται μηθεὶς μήτε τῶν δυνα-
15μένων σκεπάζηται κατὰ μηδεμίαν παρ-
εύρεσιν, ἕκαστα δʼ ἐπιτελεσθῆι κατὰ τὸν ὑπο-
δεδειγμένον ἐν τῶι πεμφθέντι σοι παρʼ ἡμῶν
ὑπομνήματι τρόπον. ἐπιμελόμενος δὲ καὶ σαυ-
τοῦ, ἵνʼ ὑγιγαίνηις(*), ἔρρωσο. (ἔτους) ϛ Μεσ[ορ]ὴ κδ.
——
20Δωρίων(*). οἱ παρε[φ]εδ[ρε]ύοντες ἐν Ἀλεξανδ[ρ]είαι τῶν
τʼ ἐπιλέκτων καὶ τῶν (ἑπταρούρων) καὶ (πενταρούρων) μαχίμων καὶ
τῶν ἐπὶ τῶν φυλακίδων [τ]εταγμένων ναυκλη-
ρομαχίμων ἐντετεύχασιν ἡμῖν προφερόμενοι
του(*) παρʼ αὐτῶν \ἀ/πολελειμμένους ἐπὶ τῶν τόπων
25σκύλλεσθαι μὴ μετρ[ί]ως, τῶν πρὸς ταῖς πρα\γ/ματή-
αις(*) οὐ κατὰ τὸ βευτιστον(*) ἐγδεχομένων τὸν τοῦ πε-
ρὶ τῆς γεωργίας προστάγματος νοῦν, ἀλλʼ οἰσμένων(*)
<δεῖν> ἕκαστον αὐτῶν γεω[ργ]ήσ\ε/ιν ἐπὶ τὸ ἔλασσον κε(φάλαιον),
τὸ δʼ ὅμοιο[ν] συμβαίν[ει]ν καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶι
30γένει φερομένοις. κα[ὶ π]α[ρʼ] ἑτέρων δʼ ἡμῖν προσπέ-
πτωκεν ἐνίους τῶ[ν οἰκ]ονόμων καὶ τῶν ἄλλων
2
ἐπὶ τῆς αὐτῆς ἐννοία[ς   ̣  ̣  ̣  ̣  ̣μέν]ου[ς] οἴεσθαι δεῖν
πάντας τοὺς ἐν τῆι χώ[ραι κατ]οικοῦντας γε-
ωργήσειν ἐπὶ τὸ ἔλασσ[ον] κε(φάλαιον). ἐθαυμά-
35ζομεν οὖν, εἰ τοσούτω[ν κ]αὶ τηλικούτων δι-
αστολῶν γεγονυιῶ[ν ὑμῖ]ν καὶ ἐνοπίοις(*) καὶ
διὰ γραμμάτων καὶ [προηγ]μένων ἡμῶν πα-
ρὰ τὴν ἰδίαν προαί[ρεσιν ὅ]ρκους παρʼ ὑμῶν λα-
βεῖν μὴι(*) μόνον ἐπὶ τῶ[ν ἱερ]ῶν, ἀλλὰ καὶ κατὰ
40τῶν βασιλέων γραπ[τοὺς] ὑπὲρ το[ῦ] προστήσ-
εσθαι τῶν κατὰ τὸν σπόρον μετὰ τῆς ἐνδεχο-
μένης προσοχῆς καὶ κατὰ [τὸ]ν τῆς διαγ[ρ]α-
φῆς αὐτοῦ καιρὸν ἀντοφθαλ[μή]σ̣[ιν ἅπα]σ̣[ι]
μήτε διὰ χάρειν(*) μήτε διʼ ἄλ[λην] ἁπλῶ[ς σ]υμ-
45περιφορὰν μηδέν[α] παριδόντ[ας], ἀλλὰ μετὰ
πάσης ἀκριβείας τὴν ἐκτενετάτην(*) π[οι-]
ήσασθαι(*) πρόνοιαν, ὅπως ἑκάσ[τ]οις κατὰ δύνα-
μιν μερ[ι]σθῆι τὰ γεώργια, μ[ή]τε παροφθέν-
το[ς] μηδ[ε]νὸς μήτʼ ἐκ τῶν ἐναντίων κατ[α-]
50ταθέντος, καὶ διὰ τῶν συνκ[ι]μένων(*) ὑμ[ῖν]
ὑπομνημάτων τρόπον τινὰ διδασκα[λι]κὴ[ν]
ἡμῶν πεποημένων(*) τὴν ὑφήτησιν(*), πῶ[ς]
ἑκάστοι[ς] ἐστὶ χρηστέον, ὥ[σ]τε καὶ τὸν πάν-
των ἐπ\ε/ιρότατον(*) ὑπʼ αὐτῶν [τ]ῶν πραγμάτω[ν]
55χειραγωγούμενον δύνα[σ]θ[α]ι κατακολουθοῦν-
τα τοῖς ὑποδεικνυμένοι[ς ῥαιδί]ω[ς](*) τὰ τῆς
χρίας(*) σ[υ]νπληροῦν ἐπαν[ά]γοντα τὸ διστ[α-]
ζόμενον ἐπὶ τὸν ἐκκείμ[ε]νον κανόνα, καὶ
πρὸς τοῖς προιρημένοις(*) τὰς μεγίστας πεποι-
60ημένων ἐντολὰς περὶ τοῦ μη[δ]ένα τῶν
τὴν χώραν κατοικούντων ἀδικηθῆ-
ναι ῥητῶς τε διὰ τῆς π[ε]μ[φθεί]σης ὑμῖν
ἐπιστολῆς περὶ [τ]ῆς τ[ο]ῦ προ[στά]γ[ματος ἐ]χ[θ]έ-
[σεως](*) [- ca.13 -]τω  ̣[- ca.10 -]
3
65ὥπως(*) τοῦτο μὲν ἔν τε ταῖς μητροπόλεσιν ἐκ-
[τ]εθῆι καὶ τοῖς ἄλλοις τοῖς \ἐπιφανε[στ]ά[τ]οις/ τόποις, μερισθῆι δὲ
κατὰ δύναμιν, ἧς ἕκαστος \ἱκανός/ ἐστι προστῆναι, μη-
δεμιᾶς ἐν τούτοις μήτε φιλοτιμίας μήτε πλε-
ονεξίας γενηθείσης, καὶ προσεμπεφυσιωκότων,
70ὅτι <τὸ> λόγῳ τινὶ ταῦτα βραβευθῆναι καὶ μήτʼ ἐνίοις
καταδεεστέραν τοῦ μετρίου τὴν ἐπιγραφὴν γε-
νηθῆναι μήτε πάλιν ὑπερτείνουσαν οὐ τὴν
τυχοῦσαν συμβαλεῖται ῥοπὴν εἰς τὸ προκίμε-
νον, παρακεκληκότων δʼ ὅπως τούτου μάλισ-
75τα τοῦ μέρους τοχα[σ]άμενοι(*) μηθὲν ήτε(*) μέγισ-
τον μήτε ἀναγκαιότατον ἡγησηεσθε(*) τοῦ καὶ τοῖς
καιροῖς πρεπόντως καὶ τοῖς ἀν[θ]ρώποις ἁρμοζόν-
τως φαίνεσθαι πεπολιτευμένους, τούτων μὲν
πάντων ἀμνηστίαν ἐσχήκατε, προ[σ]ήκον-
80τος ὑμῖν ε[ἰ] καὶ συνέβαινεν ἡμᾶς, οἷς ἡ τῶν ὅλω[ν]
ἐπίκε[ι]ται φ[ρ]οντίς, ὁλοσχερέστ[ε]ρον ἐπε\σ/ταλκέ-
ναι, παραχρῆμα προσαναφέρ[ε]ιν ὑπὲρ τῶν δο-
κούντων ἔχειν τινὰ δίστασ[ι]ν, ἐπὶ τὲ(*) τ[ο]σοῦ-
τον εὐγνωμοσύνης ἐληλύθατε, τάχα γὰρ οὕτως
85πρέπει ῥηθέν, ὥστε παιδαριώδη τὴν τοῦ προσ-
τάγματος ἐγδοκὴν(*) ποιησαμένους οἴεσθαι <δεῖν> καὶ
τοὺς ἐν τῆι πόλει καὶ διὰ νυκτὸ[ς] καὶ \δ[ι]ʼ/ ἡμέρας ἐν
ταῖς λειτουργίαις καταπονουμενουνένους(*)
καὶ τοὺς ἄλ[λ]ους τοὺς ἀδυνατοῦντας ἀναγκά-
90ζειν ἐπιδέχεσθαι τὰ τῆς γεωργίας καὶ τὰς ἀ-
ποσκευὰς τῶν ἐν τῆι πόλει περισπᾶν ὡς τοῦ
διὰ τοῦ προστάγματος ὡρισμένου κε[φ]αλαίου
πᾶσι τοῖς κὰ(*) τὴν χώραν ὁμοθυμαδὸν ἐπι-
γεγραμμένου. τίς γὰρ οὕτως ἐστὶν ἀναλλη-
95τως \ἢ νωθρὸς/ ἐν τῶι λογίζεσθαι
4
κ[αὶ] πράγματος διαφορὰν εὑρεῖν, ὃς οὐδʼ αὐτὸ τοῦτό
γε δυνήσεται συννοεῖν, ὅτι καὶ τοὺς ὑποτελεῖς
τῆι τε ἰχθυηρᾶι καὶ ζυτηρᾶι καὶ ταῖς ἄλλαις ὠν-
αῖς ἐν τοῖς σύνπασιν ἀνθρώποις καταριθμεῖ-
100σθαι συμβέβηκε, [κ]αὶ τοὺς πλείστους δὲ τῶν ἐν ταῖς
κώμαις κατοικούντων λαῶν, οἳ διὰ τὴν τῶν δε-
όντων σπάνιν ἐργατεύοντες πορίζονται τὰ πρὸς
τὸ ζῆν, οὐκ ὀλίους(*) δὲ καὶ τῶν ἐν τῶι στρατιωτικῶι
φερομένων καὶ τὴν ἀναγκαίαν τροφὴν μόλις ἐχόν-
105των ἀπὸ τῶν ἐκ τοῦ βασιλικο[ῦ] τιθεμένων, ἐνίους δὲ
καὶ τῶν μαχίμων, μᾶλλον δὲ τοὺς πλείστους οὐδὲ
τοὺς ἰδιου(*) κλήρους αὐτουργεῖν δυναμένους, ἀλλὰ
κατὰ \(hand 2) τὸ[ν]/ (hand 1) ⟦τ⟧ χειμῶνα δανει[ζομ]ένους ἐπὶ τοῖς ἐκφορίοι[ς]
μειζόνων διαφορῶν, οἷς [ο]ὐδὲ βουλομενοι(*) προσιναι(*)
110πρὸς τὴν γεωργίαν π[ισ]τεύ[σει]ε ἄν τις οὐδʼ αὐτὰ τὰ σπέρ-
ματα κατενεγκεῖν εἰς τοὺς ἀγρούς, οὓς εἰ συναναγκάζειν
ἐπιχειροίη προσδέχεσθαι τ[ὴν] τοῦ προγεγραμμένου πλή-
[θο]υς προστασταν(*), [π]ροσεδρεύων τῶι διὰ τοῦ προστάγ-
ματος κατακεχω[ρ]ίσθαι πάντας, ἄλλ[ο] μὲν οὐθὲν ἂ-
115ν ἐπείπαιμι πλὴν ὅτι κακ[ῶ]ς βεβούλευται; οὐ μὴν
[ἀ]λλά, ἐπεὶ δεῖ πάντα [ὑ]πὲρ πάντων στοιχειωδῶ-
ς [ὑ]μῖν ὑπογράφειν καὶ τὴν τοῦ προστάγμ[α]τος ὑπό-
ν[οι]αν διαιρεῖσθαι, τὸ διωρισμένον ἐν αὐτῶι κεφά-
[λα]ιον οὐ πᾶσιν ἐπιγραπτέον ἐστὶν, ἀλλὰ τοῖς δυνα-
120μένοις οὐκ ἔλα\σ/σον τούτου μεριστέον, τὸ δὲ κα-
τακεχωρισμένον ἐν αὐτῶι καὶ δοκοῦν εἶναι πι-
κρὸν οὐ κατὰ τον(*) ἀσθενούντων καὶ μὴ δυναμέ-
νων ὑπουργεῖν, ἀλλὰ κατὰ τ[ῶ]ν δυναμένων μέν,
μὴ βουλαμένων(*) δὲ διασαφεῖται. τοῖς μὲν ἐπὶ τὸ
125χεῖρον διαλαμβάνουσι καὶ παρʼ οὐδὲν ἡγουμένοις
τὸ τοὺς ἀνθρώπους ἐκ τηλικαύτης καταφθ\ο/ρᾶς ἀρ-
τ[ί]ως ἀνακτωμένους τιθη[ν]εῖσθαι
5
προσενεχθησόμεθα [κατ]ὰ τὴν [ἀ]ξίαν. εἰ <δὲ> περ[ὶ] ἑαυτῶν
κήδεσθε καὶ μὴ βούλεσθε πεῖραν λαμβάνειν τῶν
130ἐξακολουθουτων(*) ἐπιτ[ί]μων τοῖ\ς/ παρακούουσί τι-
νος τῶν μετὰ σπουδῆς [ἐ]νθυμουμένων, τῶν με[ν]
ταλαιπώρων λαῶν καὶ τῶν μαχίμων καὶ τῶν ἄλ[λων]
τῶν ἀδυνατούντων φείσασθε κἂν(*) καταλαμβάνητέ
τινας τῶν πρὸς ταῖς πρ[α]γματείαις ἢ διασεισμοῦ χ[ά-]
135ριν ἢ καὶ διʼ ἑτέραν ἀντιπαραγωγὴν ἐπιγράφει[ν τοῖς]
μὴ δυναμένοις ἐπιβεβλημένους ἐξαργυ[ρ]ίζ[ον-]
τες(*) τοὺς τοιούτους καταποστέλλετε πρὸς [ἡμᾶς μ]ετὰ
φυλακῆς, τοῖς δὲ δυνη[σ]ομένοις ὄντως γεω[ργεῖν] πρ[οσ-]
εδρεύ[σ]ετε(*), τὸ γὰρ πρόσταγμα τοὺς ὑπουργήσο[ν]τας,
140ἀλλʼ οὐ τοὺς ἀδυνατήσοντας προσκαλεῖται. συνεδρε[ύ-]
σαντες δὲ μετὰ τῶν στρατηγῶν καὶ τῶν ἐπιστα-
τῶν τῶν φυλακιτῶν καὶ τῶν οἰκονόμων καὶ
τῶν βασιλικῶν γραμματέων ⟦καὶ κωμογραμ⟧-
⟦ματέων⟧, παρόντων καὶ τῶν πα[ρ]ʼ Εὐμήλου το[ῦ]
145γ[ρ]αμματέω[ς] τῶν μαχίμων καὶ τῶν τοπογραμ-
μα[τ]έων καὶ κωμογραμματέων καὶ τῶν ἄλλων
ὧν [ἂ]ν ὑπολαμβάνητε χρησίμων εἶναι πρὸς [τ]αῦ-
τα καὶ τὴν πᾶσαν προσενεγκάμενοι σπουδὴν
κ[αὶ] προθυμίαν φρο[ν]τίσαθʼ ὅπως μήτε τῶν ἀδυ-
150ν[ατ]ούντων γεωργεῖν περισπᾶται μηθεὶς μήτε
[τῶν δ]υναμένων σκεπάζηται κατὰ μηδε-
μ[ί]αν παρεύρεσιν, ἐκ συμφώνου δʼ ἑκάστοις με-
ρισθῆ[ι] κατὰ τὴν ἐπιγαφὴν ἧς ἱκανὸς ἔσται κα-
τακρατεῖν, καὶ ταῦτα ἐπʼ αὐτῶν τῶν προσδεομέ-
155νων κωμῶν. ὅτι γὰρ ἐ[ὰν τ]ὰ κατὰ τοὺς ἐξ ἔθους γε-
ωργοῦντας τὴν βασιλι[κὴν] καὶ τὴν τούτων ἐπι-
γονὴν καὶ τοὺς πρὸς ταῖς πραγματείαις καὶ τοὺς
στρατηγ[οὺς] καὶ τοὺς ἐπιστάτας τῶν φυλακιτῶν καὶ
τοὺς ἄλλ[ους] τοὺς παραπλησίους, οἷς ὀφειλόμενόν ἐσ-
160τι διὰ τὴν πρὸς τὰ πραγματʼ εὔνοιαν ἀσμένως
6
ἐπιδέξασθαι τὸ προτεινόμενον, βραβευθῇ κατὰ τὸ
βέλτιντον(*) καὶ μηθεὶς ἐαθῆι στρατεύσασθαι, τύχῃ δὲ
τὰ κατὰ τὸν σπόρον τῆς ἐκ πάντων συνεργείας, ὃν
τρόπον καὶ κατὰ τὴν ὁμοίαν περίστασιν Ἱππάλου
165τοῦ τότε προκαθημένου τῆς χώρας προτρεψαμέ-
νου τοὺς στρατηγοὺς καὶ τοὺς λαοὺς ἐ[πι]δέξασθαι
τὰ τῆς ἀσχολίας ἐπετελέσθη δεόντως τὰ κατὰ
τὸν σπόρον, βραχεῖα παντελῶς ἀγεώργητος πε-
ριλειφθήσεται καὶ ταύτης ῥαιδίως(*) οἱ διὰ τοῦ προσ-
170τάγματος προσκαλούμενοι δυνήσονται προσ-
τῆναι, χορηγηθέντων τοῖς προσδεομένοις καὶ δα-
νείων ἐκ τοῦ βασιλικ[ο]ῦ, καὶ τῶ[ι] κατὰ βραχὺ λογίζεσ-
θαι δυναμένωι προφανές ἐστιν. ἵνα [μ]έντοι γε πάν-
τα τὰ κτήνη μὴ μόνων(*) τὰ τοῖς μαχίμοις, ἀλλὰ καὶ το[ῖ]ς
175\ἄλλοις τοῖς/ στρατι[ε]υομένοις(*) ὑπάρχοντα καὶ τοῖς στρατηγοῖς
αὐτοῖς καὶ κὰν(*) ἕτερός τις ἐμ(*) βαρυ[τ]έραι κείμενος ἐ-
ξουσίαι κ[ε]κτημένος ἦι καὶ τὰ τῶν τὴν ἐν ἀφέσει καὶ
τὴν ἱερὰ[ν γ]εωργούντω[ν] καὶ τὴν λοιπὴν πᾶσαν
διαταχ[θῆι π]ρὸς τὴν τῆς [β]α[σι]λικῆ[ς] γεωργίαν ἀκο-
180λούθως τῶι τε προστάγματι κα[ὶ] τοῖς συνκειμένο[ις]
ὑμῖν ὑπ[ο]μνήμασιν, ἁστ(*) ἐπὶ τ[ὴ]ν πρώτως παριστα-
μένην μετάγηται πάντα καὶ πάλιν ἐγ(*) μέρους
τοῖς προ[ηυχ]ρηστηκόσιν ἀντιλιτουργῆι(*) καὶ τὰ ταλα(*) γί-
νηται [καθά]περ ὑμῖν ὑποδεδείχαμεν ἐν τοῖς πε-
185ρὶ τούτων [ἐπ]εσταλμένοις χρηματισμοῖς, προνο-
εῖσθε μὴ πα[ρ]έργως, ἐπείπερ ὑμᾶς δεῖ συνεχέστερον
ὑπὲρ τῶν α[ὐτ]ῶν ὑπομιμνήσκειν, πρὸ πάντων
γὰρ ἡγησάμενοι τὴν περὶ τοῦ μέρους τούτου σπουδὴν
εὐμαρῶς καθί[ξ]εσθε τῶν κατὰ τὸν σπόρον, τῶν ἐχόν-
190των τὰ κτήνη προθύμως ἑαυτοὺς ἐπιδιδόντων, ὅταν
ὁρῶσιν ἀντικαταλασσομένην(*) αὐτοῖς τὴν εὐχρηστίαν
καὶ τὸ συμφέρον κατανοῶσι κοινὸν νομιζόμενον.
7
Θέωνι ἐπιμελητῆι τῶν κάτωι(*) τόπων τοῦ Σαίτου. με-
τὰ τὸ γράψαι τὴν πρὸ ταύτης ἐπιστολὴν ὑπὲρ τῶν πε-
195ρισπωμένων εἰς τὴν γεωργίαν ἐκ τῶν παρεφε-
δρευόντων ἐν Ἀλεξανδρείαι τῶν τε ἐπιλέκτων
καὶ τῶν (ἑπταρούρων) καὶ (πενταρούρων) μαχίμων καὶ τῶν ἄλλων τῶν
ἐπιτηδείων(*) πάλιν ἡμῖν ἐντετεύχασιν οἱ ἐν τῆι
πόλει μάχιμοι προφερόμενοι καὶ ταῖς ἀποσκευ-
200αῖς αὐτῶν ἐπιγεγράφθαι γῆν. φαίνεσθε οὖν μη-
δὲ κατὰ μικρὰν(*) ἐντεθυμῆ\σ/θαι τῶν ἐξηριθμη-
μένων ὑμῖν διὰ τῶν προεγδεδομένων χρημα-
τισμῶν ὑπὲρ ὧν δεῖ ἕλκεσθαι εἰς τὴν γεωργίαν
καὶ ὧν <οὐ> δεῖ π[ά]ντως περισπᾶσθαι, ἐπεὶ οὐκ ἂν οὕ-
205τως παν[τ]άπασιν ἀλόγητοι ἠτε(*) ὥστε καὶ τὰ-
ς ἀποσκευὰς τῶν [ἐ]ν τῆι πόλει παρεφετρευόν-
των(*) παρενοχλεῖν. πλὴν ἀπ[ό] γε τοῦ νῦν φρον-
τίζεθʼ ὅπως μηθε[ὶ]ς ἐπ[ι]βάλληι τὰ[ς] χεῖρα[ς] τοῖς
τοιούτοις κατὰ μηδεμίαν π[αρ]εύρε[σιν] κα[θό-]
210τι προδιεστάλμεθα, ἐὰν μή τινες [ἐξ] αὐτῶν
ὦσι γεγεωργηκότες ἕως τοῦ ιβ̣ (ἔτους). διεστάλμε-
θα τοῖς ἄλλοις ἐπιμεληταῖς καὶ ὑποδιοικηταῖς
τὰ ταυται(*). (hand 2) (ἔτους) ζ Θυὼθ κα.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar