Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
βασιλεῖ Πτολεμαίωι κα[ὶ βασι]λίσσηι Κλεοπ[άτρα]ι
τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν
Πτολεμαῖος Γλαυκίου Μακεδὼν ὁ ἐν
κατοχῆι ἐν τῶι πρὸς Μέμφ[ει] μεγάλωι
5Σαραπιείωι Ἀσταρτείωι(*) ἀπὸ τοῦ ι (ἔτους).
ἀναβάντος σου εἰς τὸ Σαραπιεῖον ἐν τῶι κδ (ἔτει)
Θῶυθ β ἐνέτυχόν σοι διὰ τῆς θυρίδος διὰ τὸ
μὴ δύνασθαι προσκαταβῆναι ὑπέρ τε
Ἀπολλωνίου τοῦ νεωτέρου ἀδελφοῦ, ὅπως
10φέρηται ἐν [τῶ]ι στρατιωτικῶι καὶ ὑπ[ὲ]ρ
τοῦ Ἀστ[αρτεί]ου(*) ἐν ὧι εἰμι ἐν κατοχῆι ἀπὸ τοῦ
προγεγραμμ[έ]νου χρόνου, ἀξιῶν ἵνα
μηθεὶς τῶν τ[ε] ἱερέων καὶ παστοφόρων
[μη]δʼ ἄλλος ε[ἰσβι]αζόμενος ἐνεχυράζ[ηι]
15[μη]δʼ ἐμὲ ὑβρί[ζ]ηι διὰ τ[ὸ] εἶναι τοὺς ἐν τῶι
[ἱερ]ῶι πονηροὺ[ς] κἀμὲ(*) π[ολιο]ρκεῖν, ἕνεκα
[τοῦ] Ἕλληνά με [εἶν]αι, ἵνα βοήθειαν ἔχω καὶ
2τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν

πρ[ο]στ[άτη]ν. νυνὶ δὲ ὁ προ[γεγραμμένος]
Ἀπολλώνιος εἰς τὴν ἐμ(*) Μέμφ[ει] ση[μέα]ν(*)
20πρώτην ἐντέτακται, ὑπὸ δὲ τῶ[ν ὑ]πη-
ρετῶν περισπᾶται εἰς τὰς λε[ι]τουργίας
κοὐκ(*) ἐᾶται περὶ ἐμὲ γίνεσθαι, οὗ χάριν,
βασιλεῦ, σε ἠξίωσα. οἱ γὰρ πολιορκοῦντές
με, ὁπηνίκʼ ἂν ἐπιγνῶσιν διότι ἀπέσταλται
25ἐπὶ λειτουργίαν, τὸ τηνικαῦτα εἰσβιαζόμενοι
πολιορκοῦσι. ὑβρισθέντος γάρ μου ἐν τῶι κε (ἔτει)
ὑπὸ πλειόνων ὥστε καὶ διὰ τῆς θυρίδος
λιθοκοπετεῖσ\θ/αι(*) ὑπὲρ ὧν ἀναβάντος
Ποσειδωνίου τοῦ ἀρχισωματοφύλακος
30καὶ στρατηγοῦ καὶ ἐντυχόντος μου
τῆι ι τοῦ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους
προσκαλεσάμενος αὐτοὺς ἐπέπληξεν.
διὸ ἀξιῶ, Ἥλιε βασιλεῦ, μὴ ὑπερ -
3Ἀπολλώνιος εἰς τὴν ἐμ(*) Μέμφ[ει] ση[μέα]ν(*)

[ιδεῖν] με ἐν κατοχῆι
35[ὄντα], ἀλλʼ ἐὰν φαίνηται,
πρ[οσ]τάξαι γράψαι
Ποσειδωνίωι τῶι
ἀρχισωματοφύλακι
καὶ στρατηγῶι
40ἀλειτούργητον αὐτὸν
ποιῆσαι, [ἵ]να περὶ ἐμὲ ᾖ.
ὑμῖν δὲ ἥ τε Ἶσις καὶ
ὁ Σάραπις οἱ μέγιστοι
τῶν θεῶν κυριεύειν
45διδωίησαν(*) ⟦κ⟧ πάσης
χώρας ἧς ὁ Ἥλιος
ἐφορᾶι καὶ τοῖς τέκνοις
ὑμῶν διὰ παντός.
εὐτυχεῖτε.
35[ὄντα], ἀλλʼ ἐὰν φαίνηται,
πρ[οσ]τάξαι γράψαι
Ποσειδωνίωι τῶι
ἀρχισωματοφύλακι
καὶ στρατηγῶι
40ἀλειτούργητον αὐτὸν
ποιῆσαι, [ἵ]να περὶ ἐμὲ ᾖ.
ὑμῖν δὲ ἥ τε Ἶσις καὶ
ὁ Σάραπις οἱ μέγιστοι
τῶν θεῶν κυριεύειν
45διδωίησαν(*) ⟦κ⟧ πάσης
χώρας ἧς ὁ Ἥλιος
ἐφορᾶι καὶ τοῖς τέκνοις
ὑμῶν διὰ παντός.
εὐτυχεῖτε.