Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ρύγχοις τοῦ Ἀρσινοίτου νομοῦ. τοῦ γὰρ α (ἔτους), Ἁθύρ, ἐπιξενω[θείσης μ]ου εἰς Ὀξόρυγχα καὶ πορευθείσης εἰς τὸ βαλανεῖον,
ἡ ἐγκαλουμένη, ἐπιπαραγενομένη καὶ καταλαβοῦσά με λου[ομέν]ην ἐν πυέλωι ἐν τῶι γυναικείωι θόλωι, ἐξέβαλλέν με ἐκ τῆς
πυέλου· ἐμοῦ δὲ οὐκ ἐκχωρούσης, καταγνοῦσά μου ὅτι ξένη εἰμ[ί, πλη]γάς μοι ἐνέβαλεν καὶ πλείους εἰς ὃ τύχοι μέρος τοῦ σώματός
5μου, τό τε περιτραχηλίδιον ἐκ καθορμίων λιθίνων ἀφείλετό μ[ου· μ]ετὰ δὲ ταῦτα καταβοησάσης μου Πετοσίρει τῶι κω-
μάρχηι περὶ τούτων, ἀνακληθεῖσα ἡ Θοθορτάις καὶ προσφ[ωνήσ]ασα αὐτῶι ὁπότʼ ἠβούλετο, συμποιήσας αὐτῆι ὁ κωμάρχης
προσαπήγαγέν με εἰς τὴν φυλακὴν καὶ συνέσχεν ἐφʼ ἡμέρας̣ δ̣ ἕ[ως] τοῦ ἐγδῦσαί με ὃ περιεβεβλήμην ἱμάτιον, ἄξιον (δραχμῶν) λ, ὃ καὶ
[ἔ]χει ἡ ἐγκαλουμένη, καὶ οὕτως διεί[θ]ην. δέομαι οὖν σου, βασιλε[ῦ, πρ]οστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μοσχίωνι
τῶι ἐπιστάτηι ἀποστεῖλαι Θο<θο>ρτάιν ἐπʼ αὐτὸν καί, τ[αῦτα] ἀληθῆ, ἐπαναγκάσαι αὐτὴν τό τε ἱμάτιόν μοι ἀπο-
10δοῦναι ἢ τὴν τιμὴν τὰς λ (δραχμὰς), περὶ δὲ ὧν συντετέλεσται εἴς μ[ε Δι]οφάνην διαγνῶναι, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ
δικαίου. vac. ? εὐτύχει.
(hand 2) Μοσχ[ί]ωνι. μά(λιστα) διάλυσον αὐτούς· εἰ δὲ [μή], ἀπό(στειλον) ὅπως ἐπὶ τῶν λα(οκριτῶν) δι(ακριθῶσιν).
(ἔτους) α, Γορπιαίου κη, Τῦβι ιβ.
Θαμοῦνις πρ(ὸς) Θοτορτάιον(*)
περὶ ἱματίου.