Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,ctr
τῷ τειμιωτάτῳ(*) ἀγαπητῷ Νεφερῷ
Παῦλος ἐν θ(ε)ῷ χαίρειν.
προηγουμένως εὔχομαι νυκτὸς
καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς
5θεοσεβίας(*) καὶ κελεύεσθαι ἐν οἷς δὰν(*)
βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆ\ς/
Ἀλεξανδρείας γινώσκων κέρδος
εἶναί μοι ψυχῆς τὸ μνημονεύ-
εσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς
10εἰς θεὸν ἐλπίδος. ὅθεν παρακα-
λῶ, ἵνα μου μνημονεύσῃς
ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων
μου διὰ τὴν ξενιτίαν(*) ἡμῶν,
ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν
15τοῖς ἰδίοις χαρίσηται. κατηξίω-
σας δὲ κελεῦσαί μοι τὰ τρία δε[σ]μίδι\α/
λαβόντα διοικῆσαι καὶ εἰς χρίαν(*) σου
ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν
ἐκ μυριάδων δεκατεσσάρων .
20ἠγοράσθη δὲ τὸ ἀγγῖον(*) τοῦ ἐλαίου
μυριάδων ἑξήκοντα . σὺν θεῷ
δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλω
πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω,
ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι
25ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές̣
ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου
λαβὼν παρὰ Πα[π]νουτίου Ὡρίωνος
[ψωμ]ί̣α̣ ποιή[σῃς -ca.?- ]ε̣[ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
r,msΠαῦλος ἐν θ(ε)ῷ χαίρειν.
προηγουμένως εὔχομαι νυκτὸς
καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς
5θεοσεβίας(*) καὶ κελεύεσθαι ἐν οἷς δὰν(*)
βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆ\ς/
Ἀλεξανδρείας γινώσκων κέρδος
εἶναί μοι ψυχῆς τὸ μνημονεύ-
εσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς
10εἰς θεὸν ἐλπίδος. ὅθεν παρακα-
λῶ, ἵνα μου μνημονεύσῃς
ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων
μου διὰ τὴν ξενιτίαν(*) ἡμῶν,
ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν
15τοῖς ἰδίοις χαρίσηται. κατηξίω-
σας δὲ κελεῦσαί μοι τὰ τρία δε[σ]μίδι\α/
λαβόντα διοικῆσαι καὶ εἰς χρίαν(*) σου
ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν
ἐκ μυριάδων δεκατεσσάρων .
20ἠγοράσθη δὲ τὸ ἀγγῖον(*) τοῦ ἐλαίου
μυριάδων ἑξήκοντα . σὺν θεῷ
δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλω
πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω,
ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι
25ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές̣
ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου
λαβὼν παρὰ Πα[π]νουτίου Ὡρίωνος
[ψωμ]ί̣α̣ ποιή[σῃς -ca.?- ]ε̣[ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
(perpendicular) σὺν θεῷ δέ, ἐὰν ψωμία γένηται, πέμψον ἡμῖν ψίαθον μεστήν. ἐρρῶσθα̣ί̣ [σε εὔχομαι,]
(perpendicular) 30 ἄνθρ\ω/πε [θεοῦ.]
v(perpendicular) 30 ἄνθρ\ω/πε [θεοῦ.]