Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Πᾶσις Ἁρεῦτος, ἰβιοβοσκός. ἀδικοῦμαι ὑπὸ Ὥρου τοῦ Ὥρου,
τῶν
ἐκ Φιλωτερίδος, τῆς Ἡρακλείδου μερίδος. φάσκων γάρ με συγγεγράφθαι τῆι θυγατρὶ αὐτοῦ
Τζεναμοῦνι συγγραφὴν αἰγυπτίαν (δραχμῶν) υκ, οὐ συνγεγραμμένου μου. δέομαι οὖν σου,
βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Νεφερῶτι τῶι ἀρχιφυλα-
5κίτηι τῆς κώμης ἀποστῖλαι(*) Ὧρον ἐπὶ Διοφάνην κριθησόμενόν μοι καί, ἂν
φαίνωμαι μὴ συγγεγραμμένος τὴν συγγραφὴν ἀποδοῦναί μοι· περὶ δὲ ὧν
συντετέλεσται, τυχεῖν αὐτὸν τῆς προσηκούσης τιμωρίας· ἂν δὲ ἀρνῆται,
ὑπογραφὴν ποιήσασθαι ἐπὶ Διοφάνους, ἵνα, διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου.
εὐτύχει.
10(hand 2) Σωσιβίωι. μά(λιστα) δι(άλυσον) αὐτούς· εἰ δὲ μή, ἀπό(στειλον) ὅπ(ως) ἐπὶ τῶν λαοκριτῶν [δι]ακρ[ιθῶσιν].
(ἔτους) α, Γορπιαίου λ, Τῦβι [ι]γ.
vἐκ Φιλωτερίδος, τῆς Ἡρακλείδου μερίδος. φάσκων γάρ με συγγεγράφθαι τῆι θυγατρὶ αὐτοῦ