Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Κλέωνι ἀρχιτέκτονι χαίρειν οἱ δεκάταρχοι τῶν λατόμων ἀπὸ τῆς
ἐγβατηρίας. ἀδικούμεθα ὑπὸ Ἀπολλωνίου τοῦ ἐργοδιώκτου. ἐμβαλὼν
ἡμᾶς εἰς τὴν στερεὰν πέτραν οὐ [δι]ελόμενος ⟦ ̣ ̣ ̣ ̣ς⟧ ἡμῖν πρὸς
τοὺς λοιπούς, τὴν δὲ μαλακὴν τ[οῖς] παρʼ αὐτοῦ παρέδειξεν. νυνὶ δὲ ἀπολ-
5λύμεθα εἰσαναλίσκοντες σιδήρο[υ σ]τόμωμα. δεόμεθά σου, ἵνα τοῦ δικαίου
τύχωμεν, ἀναμετρήσας ἡμῖν ὧι π̣[λ]είω τετμήκαμ̣ες τὴν στερεὰν
πέτρα[ν ἵ]να ἐπανατεθ[ῆι] εἰς τοὺς [ρ]μ λατόμους, ἵνα μὴ ἡμεῖς θλιβώμεθα
καὶ πᾶσιν ἀνατεθῆι. εὐτύχει
(ἔτους) λ Φαῶφι κδ Κ̣λ̣έ̣ω̣ν̣ι̣.
10οἱ δεκατοκύριοι
οἱ ἀπὸ τῆς ἐγβατηρίας.