Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Αὐρήλιος Πετοσῖρις Πετοσίριο[ς] νεκροτάφος ἀπὸ
Ἱ(*)βειτῶν πόλεως Αὐρηλίῳ Πετεχῶντι υἱῷ Τμάρσιος
ἀπὸ κώμης Κύσεως χαίρειν. ὁμολογῶ χαρίζεσθ[αι] σοὶ
χάριτι ἀναφαιρέτῳ καὶ ἀμετανοήτῳ, εὐνοίας ἕν[εκ]εν
5{καὶ ἀμετανοή[τῳ]} ἣν ἔδειξας εἰς ἐμέ, ἀπὸ τῆς ὑπαρ-
χούσης μοι κηδείας νεκροταφικῆς ἐν Κύσει με[τὰ] καὶ
τῶν κωμῶν [τ]ῆς Κύσεως μέρος τέταρτον ἀπὸ
τοῦ νῦν μεχρ[ὶ] παντός· καὶ οὐκ ἐξέσται μοι οὔ[τε ἄλ]λῳ
τινὶ τῶν ἐμῶ[ν] μετελθεῖν σε περὶ τῆσδε τῆ[ς] δό-
10σεως, διὰ τὸ οὕτως μοι δεδόχθαι. ἡ δὲ χάρις α[ὕ]τη
ἁπλῆ [γρ]αφεῖσα [κυ]ρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ
κατακειμέν[η, κ]αὶ ἐπερωτηθε[ὶς] ὡμολόγησα.
(ἔτους) ε Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων
Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν
15Χοίακ κε.
Αὐρήλιος Κλαύδιος Ψεναμούνιος παρανέγνων.
Αὐρήλιος Πετόσιρις ὁ προκείμενος ἐχαρισάμην ὡ[ς]
πρόκειται, καὶ ἐπε[ρ]ωτηθεὶς ὡμολ[όγ]ησα. ἔγραψ[α]
ὑπὲρ αὐτοῦ Αὐρή[λι]ος Φιλεῖνος ὁ καὶ Θεόγνωστος
20ἐρωτηθείς.
Αὐρήλιος Φιλοσάραπις Ἀπολλωνίου μαρτ[υρ]ῶ.
Αὐρήλιος Ἀμμώνιος Ψά[ι]τος μαρτυρῶ.