Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ζήνωνι χαίρειν Ψενταῆς.
Ὀννῶφρις μὲν χορηγεῖ Ψε-
νοβάστι ζεύγη καὶ δέδω-
κεν αὐτῶι ἤδη η, ἐ-
5μοὶ δὲ Κερκίων οὐ δίδω-
σιν ἄλλʼ ἢ δ ἕως ιη·
διαμαρτυρομένου δὲ
ἐμοῦ αὐτῶι ὅτι οὐκ ἐ-
κποιεῖ μοι τὰ δ ζεύγη,
10προσέδωκέν μοι ἄλλο
α ἀπὸ τῆς ιθ καὶ ἄλ-
λο α <ἀ>πὸ τῆς κα, καὶ
ταῦτα τὰ ἀσθενέστε-
ρα ἐγλεξάμενος. ἡ δὲ
15γῆ ῥηγμῶν πλήρες(*) ἐσ-
τὶν διὰ τὸ μήποτε αὐτὴν
ἠρόσθαι. οὐ δύνανται
οὖν πλέω β 𐅵 δ̣´ (ἀρούρας) τὴν
ἡμέραν καταβάλλειν
20δ̣ιβολοῦντες· γίνεται
τρία δέ ἑκάστωι ζεύγι.
γίνωσκε δὲ ὅτι τὸ μέρος
τὸ κατʼ ἐμὲ πᾶν δύναται
σπαρῆναι· βέβρεκται γὰρ
25πᾶν. ἐν δὲ τῆι Ψενοβάστι-
ος εἰσὶν εἰς ν (ἀρούρας) ἀβρόχου.
καὶ ἄλλας ν ἐ̣δ̣ώκατε σπῖ-
ραι(*) ἀνήσσωι καὶ κνήκωι. καὶ
Ποσιδωνίωι ἐδόθησαν ι (ἄρουραι).
30ἐὰν οὖν τίς μοι χορηγῆι, οὐ-
θεὶς ἐμοῦ βέλτιον ἐργᾶται
καὶ ἐν τάχει, ὥσπερ καὶ ἐν
τῶι Σαίτηι νομῶι ὁ πατήρ
μου προετέρει παρὰ πάντας
35τοὺς ἐκεῖ.
εὐτύχι(*).
vὈννῶφρις μὲν χορηγεῖ Ψε-
νοβάστι ζεύγη καὶ δέδω-
κεν αὐτῶι ἤδη η, ἐ-
5μοὶ δὲ Κερκίων οὐ δίδω-
σιν ἄλλʼ ἢ δ ἕως ιη·
διαμαρτυρομένου δὲ
ἐμοῦ αὐτῶι ὅτι οὐκ ἐ-
κποιεῖ μοι τὰ δ ζεύγη,
10προσέδωκέν μοι ἄλλο
α ἀπὸ τῆς ιθ καὶ ἄλ-
λο α <ἀ>πὸ τῆς κα, καὶ
ταῦτα τὰ ἀσθενέστε-
ρα ἐγλεξάμενος. ἡ δὲ
15γῆ ῥηγμῶν πλήρες(*) ἐσ-
τὶν διὰ τὸ μήποτε αὐτὴν
ἠρόσθαι. οὐ δύνανται
οὖν πλέω β 𐅵 δ̣´ (ἀρούρας) τὴν
ἡμέραν καταβάλλειν
20δ̣ιβολοῦντες· γίνεται
τρία δέ ἑκάστωι ζεύγι.
γίνωσκε δὲ ὅτι τὸ μέρος
τὸ κατʼ ἐμὲ πᾶν δύναται
σπαρῆναι· βέβρεκται γὰρ
25πᾶν. ἐν δὲ τῆι Ψενοβάστι-
ος εἰσὶν εἰς ν (ἀρούρας) ἀβρόχου.
καὶ ἄλλας ν ἐ̣δ̣ώκατε σπῖ-
ραι(*) ἀνήσσωι καὶ κνήκωι. καὶ
Ποσιδωνίωι ἐδόθησαν ι (ἄρουραι).
30ἐὰν οὖν τίς μοι χορηγῆι, οὐ-
θεὶς ἐμοῦ βέλτιον ἐργᾶται
καὶ ἐν τάχει, ὥσπερ καὶ ἐν
τῶι Σαίτηι νομῶι ὁ πατήρ
μου προετέρει παρὰ πάντας
35τοὺς ἐκεῖ.
εὐτύχι(*).