Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Πα[ν]εχώτης ὁ καὶ Πανάρης τῶν κεκοσμητευκότων τῆς Ὀξυρυγχειτῶν
πόλεως διὰ Γεμέλλου φίλου Ἀπολλωνίῳ σημιογράφῳ(*) χαίρειν. συνέστησά σοι
Χαιράμμωνα δοῦλον πρὸς μάθησιν σημείων ὧν ἐπίσταται ὁ υἱός σου
Δι[ο]νύσιος ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαμενὼθ τοῦ
5ὀκτωκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μισθοῦ τοῦ συμπεφω-
νημένου πρὸς ἀλλήλους ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι χωρὶς ἑορτι-
κῶν, ἐξ ὧν ἔσχες τὴν πρώτην δόσιν ἐν δραχμαῖς τεσσαράκοντα , τὴν δὲ
δευτέραν λήψη(*) τοῦ παιδὸς ἀνειληφότος τὸ κομ̣εντάρ[ι]ον ὅλον ἐν δρα-
χ[μ]αῖς τ[εσσ]αράκοντα , τὴν δὲ τρίτην λήψομαι ἐπὶ τέλει τοῦ χρόνου τοῦ
10παιδὸς ἐκ παντὸς λόγου πεζοῦ γράφοντος καὶ ἀναγεινώσ[κον]τος(*) ἀμέμπτως
τὰς {δὲ} λοιπὰς δραχμὰς τεσσαράκοντα . ἐὰν δὲ ἐντὸς τοῦ χ[ρ]όνου αὐτὸν
ἀπαρτίσῃς οὐκ ἐκδέξομαι τὴν προκειμένην προθεσμ[ί]αν, οὐκ ἐξόντος
μοι ἐντὸς τοῦ χρόνου τὸν παῖδα ἀποσπᾶν, παραμενεῖ δέ σ[ο]ι μετὰ [τὸ]ν χρό[νον] ὅσας
ἐὰν ἀργήσῃ ἡμέρας ἢ μῆνας. (ἔτους) ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
15Ἀντωνείνου(*) Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ ε.