Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
τοῦ θειοτάτου καὶ εὐσεβεστάτου
ἡμῶν δεσπότου Φλαουίου
Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου
5καὶ Αὐτοκράτορος ἔτους γ
Μεσορὴ β ἰνδ(ικτίωνος) α.
Φλ(αουίᾳ) Εὐφημίᾳ τῇ ἐνδοξ(οτάτῃ) θυγατρὶ
τοῦ τῆς ἐνδόξ(ου) μνήμης
Μουσαίου γεουχους(*) καὶ ἐνταῦθα τῇ
10λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει
διὰ σοῦ Φλ(αουίου) Ἀναστασίου τοῦ περιβλ(έπτου)
αὐτῆς διοικ(ητοῦ) καὶ σοῦ Ἱερημίου τοῦ
θαυμ(ασιωτάτου) ἐνοικολόγου Αὐρήλιος
Στέφανος ἀρτοκ(όπος) υἱὸς Ἡρακλάμμωνο(ς)
15μητρ(ὸς) Νόννας ἀπὸ τῆς αὐτῆς
πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι
μισθώσασθαι ἀπὸ νεομηνίας
τοῦ Θὼθ μηνὸς τῆς σὺν θεῷ
δευτέρας ἰνδ(ικτίωνος) ἀπὸ τῶν ὑπαρχ(όντων) τῇ
20ὑμῶν ἐνδοξ(ότητι) ἀπὸ οἰκίας νευούσης
ἐπὶ νότον διακειμ(ένης) ἐπὶ ταύτης
τῆς πόλεως ἐπʼ ἀμφόδου
τῆς ἁγίας Εὐφημίας ὁλόκληρ(ον)
ἐπίπεδον τόπον νεύοντα καὶ
25αὐτὸν ἐπὶ νότον σὺν χρηστηρίοις
πᾶσιν καὶ δικαίοις ἐξ ὅλης τῆς οἰκί[ας],
καὶ τελέσω ὑπὲρ ἐνοικ(ίου) τούτου
ἐνιαυσίως κεράτια δέκα νομιτ(ευόμενα),
γί(νεται) κερ(άτια) ι νομ(ιτευόμενα), ὅπερ ἐνοίκιον ἀπο-
30δώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ
ὁπόταν βουληθείης ἀντιπαραδώσω
τ̣ὴν ἐ̣μ̣ὴν ομὴν(*) τοῦ τόπου ὡς καὶ παρείληφ(α).
κυρ(ία) ἡ μίσθ(ωσις) ἁπλ(ῆ) γραφ(εῖσα) καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα).
——
Στέφανος υἱὸς Ἡρακλάμμωνος
35στοιχεῖ ἡμῖν ἡ παροῦσα μίσθ(ωσις) ὡ[ς] πρόκ(ειται).
Ἰωάννης ἀξ(ιωθεὶς) ἔ̣[γρ(αψα)] ὑ̣(πὲρ) ἀγ̣ρ̣(αμμάτου) ὄ̣[ν]τ̣(ος).
[† di emu Ioannu ̣ ̣] ̣ ̣ ̣ ̣ †