Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Lond. V 1660 TM Nr. 19677

Contract of collect taxes

Antaiopolites ca. 553
Material Papyrus
Bemerkungen Gehört zum Dioskoros - Archiv.
Inhalt Vertrag, Einziehung, Steuern
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1[- ca.14 - τῆ]ς εἰρημένης κώμης ταύτη̣ν̣ τ̣[ὴν] ὡ̣μ̣[ο]λ̣[ογίαν](*)[ -ca.?- ]
[† ὁμολογῶ δι]ὰ̣ τα[ύ]της μου τῆς ἐγγράφο(υ) ἀσφαλείας ἤτοι ὁμολογίας
[ἑκο(υ)σίως καὶ πεπ]εισμένος ἑτοίμως ἔχειν κινδύνῳ ἐμῷ καὶ [πό]ρῳ τῆς ἐνούσης μοι
[ὑπάρ]ξ̣[εως γενι]κ̣ῶ̣[ς] κ̣[αὶ ἰ]δικῶς τὸ ἀνενόχλητον καὶ τὸ ἀζήμιον καὶ τὸ ἀβλαβὲς
5φυλάξαι σοι ἀπὸ παντὸς προσ  ̣  ̣[  ̣  ̣  ̣]κ̣[  ̣  ̣ τῶν μ]ε[γ]α̣λ̣οπρ̣επεσ̣τάτων κοινῶν
δεσποτῶν παγάρχων Ἰουλιανο(ῦ) τοῦ μεγαλοπρεστάτου(*) ἀπὸ ἀ̣ρ̣χ̣[όν]τ̣[ων]
καὶ τῆς ἐνδοξοτάτης Πατρικίας δ(ιὰ) τοῦ λαμπρο(τάτου) κυρίου Μηνᾶ αὐτῆς διοικητοῦ καὶ
παγάρχ(ου) εἴτε περὶ τῶν εἰρημένων δημοσίων καὶ τῆς αἰσίας ἐμβολῆς
κα[ὶ] τ̣ῆ̣ς̣ ε[ὐ]μ̣εν̣εία̣[ς] εἴδε(*) πάλιν καὶ περὶ τῆς̣ ἀν̣αλ̣ι̣σ̣κομένης ῥώγας(*) καὶ
10ἑτέρας ζημίας προφάσει τῆ̣ς̣ εἰρη̣[μ]έ̣ν̣[ης] κ̣[ώ]μ̣η̣ς̣ [Φ]θ̣λ̣ᾶ̣ ἐπὶ τῷ ἐ[μ]ὲ̣
ποιῆσαι καὶ πληρῶσαι τὴν χώραν σοῦ ἐν ἅπασι καὶ πᾶν εισοδ̣  ̣ε̣  ̣  ̣
κέρδος <τῶν(?)> ἐμο̣ὶ π̣ιπτόντων λαβεῖν καὶ συνάξαι ἀγ̣ρυπ̣τίστως(*) καὶ καταβαλεῖν
εἰς ταύτας κ[αὶ] ἐ[ν]εγκεῖν ὑμῖν τὸν λόγον ἑκάστο(υ) κεφαλαίο(υ) καὶ ἑκάστης
ἀποδόσεως καὶ μηδὲν ἀποκρύψαι ἄχρι̣ ἑ̣[ν]ὸ̣[ς] κ̣ερ̣α̣τ̣ί̣[ο(υ)], ο̣ὐ̣ μ̣ὴν ἄλλα
15καὶ φρικτὸν ὅρκον περὶ τούτου παρασχεῖν ὑμῖν ἐν οἷς βούλεσθαι(*)
ἁγίοις τόποις, εἰ δὲ συμβαίη ὑπολιπέσθαι οἷόν τι παντελῶς μετὰ τὴν
ἀπ̣ο̣π̣λ̣ή̣ρω̣σιν τῶν ὡς εἴρηται δημοσίων τε καὶ ἑτέρων κεφαλαίων
καὶ δαπανημάτων καθὰ προεῖπον ἐπὶ τ̣ῷ̣ ἐ[ν πᾶσ]ι̣ κοινωνεῖν
καὶ συμμετέχειν σοι εἰς τὸ ἐπιβάλλον σοι μέρος κατὰ τὸ ἥμισυ καὶ
20κινδ̣[υν]εῦσαι ὡς πᾶσαν λογοποιείαν(*) θέσθαι καὶ ἀποπλήρωσιν τῶν
εἰρη[μένων] δ̣η̣μ̣ο̣σ̣ίων κα[ὶ] ἑτέρων δομάτων ἐγγὺς τῶν προλεχθέντων
παγάρχων καὶ τρακτευτῶν αὐτῶν α̣π̣[ο]π̣[- ca.12 -] ὄ̣ν̣[τ]ο̣ς̣ ὑ̣π̣ὲρ̣ τ̣ο̣ῦ̣
ἀνήκοντος τῇ εἰρημένῃ ὑπὲρ δημοσίου τε καὶ ἀ̣ν̣α̣λ̣ώμ̣α̣τος,
ὁμολογῶν δὲ καὶ τοῦτο μὴ συγχωρῆσαι οἵαν δήποτε κίνησιν
25ἢ καὶ δυ̣σ̣φη̣[μ]ί̣αν γ̣εν̣έσ̣θ̣[αι] καθʼ ὑμῶν ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίο̣(υ),
ἀλλὰ προσέχειν πάσῃ τῇ κώμῃ ἐν τῇ τῶν ε̣ἰ̣ρ̣η̣[μ]έ̣[νω]ν̣ δικαίων προνομίᾳ(*)
κἂν(*) ὑμῶν ὄντων ἐν τῇ κώμῃ κἂν(*) καὶ ἐπὴ(*) ξένης ὡς ἐκ προσώπο(υ)
ὑμῶ̣ν̣ [π]ράττων καὶ μηδὲν κατὰ δόλον πρᾶξαι ἢ κατὰ ἀμέλειαν, ἀλλὰ
πάντ̣α̣ ἐκτελέσαι μ̣ετὰ ἀγ̣ρυπνίας καὶ ἀκριβία̣ς̣(*) καὶ σπουδῆς κα[ὶ] ἐ̣φʼ [ᾧ]
30εἴ ποτε ἐλλεχθείην̣ μετὰ τὸ ἐμὲ τὸν εἰρημένον θε̣ῖ̣[ο]ν ὅρκ̣ον ἐ̣ν̣ τ̣ο̣[ῖς] ἁ̣γ̣ί̣ο̣ι̣[ς]
τόποις ἀποθέσθαι δόλον τινὰ διαπραξάμενος ἄχρ[ι] ἑνὸς κερατίο(υ) ἐπὶ τῷ ἐμὲ
ἐν διπλῷ ὑμῖν ἐπιγνῶναι καὶ ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τὸ περὶ τοῦτο
ἐπαρτημένῳ(*) κινδ[ύ]ν̣[ῳ] σ̣υ̣ν̣ε̣χ̣[όμ]ε̣ν̣ος καὶ προ̣σ̣επὶ πᾶσι τοῖς προγεγραμμένοι[ς]
συμφώνοις τε καὶ ὁμολογήμασι ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸ(ν)
35καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότο(υ) τῆς οἰκουμένης
Φλ(αουίου) Ἰ̣ο̣υ̣σ̣τ̣ινιανοῦ το(ῦ) αἰωνίο(υ) Αὐγούστο(υ) Αὐτοκράτορος ταύτην τὴν ὁμολογίαν διαφυλάξαι
σοι διὰ παντὸς ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἀ[μεταμέλη]τον καὶ ἀμετανάτρεπτον
εἶναι, ἀλλὰ κυρίαν δύναμιν ἔχειν καὶ ἰσχὺν βεβαίαν ἐπὶ πάσης ἀρχῆς καὶ ἐ̣ξ̣[ου]σ̣ί̣[ας]
προφερομένην ἥνπερ ἁπλῆν ἐπέταξα γραφῆναι καὶ ὑπογραφῆναι
40χειρὶ ἐμῇ καὶ συνηθ̣ῶ[ν μ]α̣ρ̣[τύ]ρ̣ω̣ν̣ κ̣α̣τ̣ὰ̣ ν̣[ό]μους. εἰ δὲ καὶ θελήσω παραβῆναι
καὶ μὴ ἐμμεῖναι τοῖς προδεδηλωμένοις συμφώνο̣ις ὁ̣[μο]λ̣ο̣γ̣ῶ
διδόναι ὑμῖν λόγῳ προστίμο(υ) ἐξεπερωτήσεως καὶ παραβάσεως χρυσοῦ
οὐγκίας ἓξ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ὑποκειμένων ὑμῖν εἰς πάντα
τὰ ἐγγεγραμμένα καὶ εἰς μέρος̣ α̣ὐ̣τ̣ῶν κα̣ὶ̣ κεφάλαιον καὶ εἰς τὴν
45ἔκτισιν τοῦ προστίμο(υ) πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπ̣[α]ρ̣[ξόν]τω[ν]
πραγμάτων ἰδικῶς καὶ γενικῶς ἐνεχύρο(υ) λόγου(*) καὶ ὑποθήκης
δικαίῳ καθάπερ ἐκ δίκη̣[ς] κ[αὶ] ἐ̣φʼ ἅπασι τοῖς ἐγγεγραμμένοις
ἐπ̣[ε]ρ̣ωτηθεὶς ὡμολόγησα. †
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar