Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
† χμγ
[⳨ βασιλείας καὶ ὑπατ]είας τοῦ θ[ει]οτάτου ἡμ[ῶν] δεσπότο[υ] Φλαυΐου Ἰ[ο]υστίνο(υ) τοῦ αἰωνίο(υ) Αὐγούστου Αὐτοκράτορος ἔτους
[τρίτου, Παχὼν τρ]ί̣τῃ ἀρξομένης δευτέ[ρα]ς ἐπινεμ[ή]σεως κατὰ̣ θεῖον νεῦμα. ἐν Ἀντινόο(υ) πόλει τῇ λ[α]μπροτάτ[ῃ].
[ταύτην ποιοῦ]ν̣ται καὶ τίθενται πρὸς ἀλλήλους τ[ὴ]ν πα[ρ]οῦσαν̣ ἁ̣πλῆν ἔγγραφον κοινὴν ὁμολογίαν κατὰ κοι̣[νὴ]ν
[γνώμην καὶ ἄν]ευ π̣α̣ντὸς δ̣όλου καὶ φόβ̣ο(υ) καὶ βίας καὶ ἀνάγ̣κης καὶ ἀπάτης καὶ οἵας δήποτε συναρπαγῆς τε καὶ [π]ερι-
5[γραφῆς, ἐφʼ αἷς π]ε̣ρ̣ιέχει δι[α]στολα̣ῖ̣ς ἁπάσα̣ι̣[ς] ἐ̣πὶ τοῖς ἑ[ξ]ῆς δ̣[η]λου[μ]ένοις συμφώνοις, ἐκ μὲν ἑνὸς μέρους Αὐρήλ[ιο]ς
[Ψόϊς υἱὸς Ἰσακίο(υ)], ἐκ μη̣τρὸς Μαρίας, τέκτων λεπτουργός, ὁρμώμενος ἀπὸ ταύτης τῆς λ[α]μπρᾶς Ἀντινοέων πόλεως,
[ἐκ δὲ θατέρου μέρο]υς Αὐρήλιος Ἰωσῆφις ὁ καὶ Πεκῦσις, υἱὸς Παύλου, μετὰ συνεστώσης καὶ συνευδοκούσης καὶ συνπει[θ]ομέ(νης)
[αὐτῷ τῆς αὐτοῦ γαμετ]ῆς Αὐρηλ̣ίας Τικολλο(ύ)θου, θυγατρὸς Ὡρο̣υ̣ωγχίο(υ), ἐκ μητρὸς Παυλίνης, γ[α]μετῆς συμβίο(υ) αὐτο(ῦ), τῆς κ(αὶ) συναινο(ύ)σης
[αὐτῷ ἐπὶ ταύτῃ τῇ αὐ]το(ῦ) ὁμολογίᾳ ἐγγράφῳ ἀκολο(ύ)θως τῇ δ[υ]νά̣[μ]ει αὐτῆς ἐκ παντὸς τρόπο(υ). καὶ ὁμολογο(ῦ)σιν ἀλλήλοις οἱ ἀφʼ ἑκατέρο(υ)
10[μέρους τὰ ὑποτετ]αγμένα χ(αί)ρ(ειν). ὁ[μ]ολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ψόϊς Ἰσακίο(υ) λεπτουργὸς καὶ ἀνὴ̣ρ τυγχάνων τῆς θυγατρὸς Ἰωσ̣[η]φίο(υ)
[καὶ Τικολλο(ύ)θου τῶ]ν συνκοινωνῶν μο(υ) τῇ το̣(ῦ) Θεοῦ προνοίᾳ κα̣ὶ̣ συμπραγματευτῶν μο(υ), κἀγὼ(*) α̣ὐτὸς Ἰωσῆφις ὁ προρηθεί[ς],
[μετὰ συνεστώσης τῆ]ς συνο(ύ)σης καὶ συναινούσης μοι γαμετῆς εἰς ταύτην τὴν κοινὴν καὶ ἔγγρ̣αφον ἀπαράβατον ὁμολογία̣ν̣,
[ἑκουσίως τε καὶ] κοινῇ γνώμῃ καὶ ἀδόλῳ̣ πρ̣ο̣αιρέσ[ει], συνεργάζασθαι(*) ἀλλήλοις εἰς τὴν κοινὴν ἡμῶν πραγματείαν̣, καὶ
[πάντων τῶν συμβη]σομένων [ἡ]μῖν ἐμποι̣ῆ̣σ̣αι ὠνίων διάπρασιν κατὰ κοινὴν πειθαρχίαν καὶ βουλὴν καὶ συναίνεσιν ποιήσασ\θαι/,
15[δίχα πάσης ῥᾳδ]ιουργίας κ[αὶ] μ̣έμ[ψ]εως κ[αὶ] {κ̣α[τ]α} καταφρονήσεως καὶ οἵας δήποτε ὀκνηρία[ς], ἐνδείξασθαί(*) \τε/ ἀλλήλοις πρόθεσιν μετὰ
[προαιρέσεως(?)] συγκάμνοντες(?), καὶ συμπν̣εεῖν(*) ὁμοδυμαδ̣ὸν ὡς ἐκ μιᾶς ψυχῆς καὶ θάρσο(υ)ς ἰσχύος καματερῶν(*) ἐξ ἴσου
[πάντων τῶν ἐρ]γαστηριακῶν καὶ πραγματευτῶν ταύτης τῆς πόλεως ἡμῶν Ἀντινόο(υ), κα[ὶ] ὑπακούειν ἀλλήλοις ἐν πᾶσι
[καλοῖς καὶ ὠφ]ελείμοις(*) ἔργοις καὶ λόγοι̣ς, χωρὶς ἀντιλογίας οἵας δήποτε καὶ ἀντιπαθείας καὶ ὕβρεως, καὶ τὸ εἰσοδευόμενον
[ἡμῖν ἀπὸ παν]τὸς κοινω̣φ̣ελοῦς ἡμῶν ἐκ τῆς ἐργασίας κέρδος \ἐξ/ οἵου δήποτε πράγματος καὶ ἐργοχείρο(υ) εἶναι ἐξ ἰσομοιρί\ας/
20[ἡμῖν κατὰ τὸ ἥ]μ̣ισυ̣ μέρος, μετὰ τὴν ἀποπλήρωσιν τῆς μεταξὺ ἡμῶν ο(ὔ)σης μέντοι προχρείας, κα̣ὶ̣ τήν, ὅπερ ὡσαύτως ἀπείη, ἐσομένην̣
[ζημίαν ἐξ ὁμοίο(υ) τ]ρόπο(υ) ἐξ ἴσης ἡμίσειας μοίρας ἀπολογήσασθαι. ο[ὐ]δὲν ἧττον, εἰ ἐθελήσοιμεν ἀποστῆ[ν]αι τῆς κοινῆς μετʼ ἀλλήλων ἐργασίας,
[ἑτοίμως ἔχειν τ]ὰ δάνια(*) το(ῦ) ὄπιθεν χρόνο(υ), [τ]ὰ γενάμενα ἡμῖν κοινῶς πραγματευομένοις, ἐπιγνῶναι κατὰ τὸ αὐτὸ ἥμισυ μέρος
[ἐξ ἰσομοιρίας,] ἐφʼ ὅ τε ἐν μιᾷ ἐργασίᾳ καὶ εὐζωΐᾳ κοινῇ μετʼ ἀλλήλων δ̣ιήξαμεν τὸν κατʼ ἐκεῖνο καιρο(ῦ) χρόνον· καὶ οὐ δύνατόν τινι
[ἡμῶν περὶ τούτ]ο(υ) ἀμφιβάλλειν ποτέ, μάλιστα \ἐμε/ Ψόϊν τὸν ὑμ[έτ]ερον γαμβρόν, ἐπὶ προσδοκία[ς] ἔχοντα, εἰ τῷ θεῷ δόξειεν εἶναι,
25[τόν τε κληρονό]μον καὶ διάδοχ(ον) ὑμῶν λήμψεως καὶ δόσεως ὑπὲρ̣ ὑμῶν γενέσθαι, μετὰ τὴν ὑμῶν̣ ἀποβίωσιν. καὶ σὺν Θεῷ ἐν μιᾷ
[ἐργασίᾳ γενησόμ]εθα καὶ βίωσει μετʼ ἀλλήλων μεθʼ ὁμονοίας ἔργου, ἀπὸ τῆς σήμερον καὶ προγ[εγ]ρ̣αμμέ(νης) ἡμέρας, ἥτις ἐστὶν τρίτη το(ῦ)
[Παχὼν μηνὸς τῆς] ἀρξομένης κατʼ Αἰγυπτίους δευτέρας ἐπινεμήσεω̣ς, ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα πρ̣οσελαύνοντα χρόνον, ἀμέμπτως κ(αὶ)
[ἀκαταγνώστως. καὶ] εἰς ἀσφάλειαν πά̣ν̣των̣ τ̣ῶ̣ν̣ προδ̣ι̣ω̣μολογηθέντων(*) παρʼ ἡ̣[μ]ῶν, ἐπωμ̣οσάμεθα τὸν φ̣ρικωδέστατο[ν] ὅρκον ἐν οὐδενὶ μὴ παραβῆναι, καὶ πρόστιμον
[κατὰ τοῦ παρ]αβαίνειν ἐπιχειρή[σον]τος ἐπικεῖσθαι χρυσο(ῦ) νομισματί[ω]ν̣ ἓξ εὐστάθμων καταβλη̣θ̣ῆναι, ὥστε \τα̣[ύτ]α/ τ[ῷ] ἐμμένοντι καὶ στοιχοῦντι μέρει ἐξ ἐπερωτήσεω\ς/
30[δοθῆναι, μετὰ] κ̣[(αὶ)] τ̣ο(ῦ) αὐτὸν τὸν παρα̣βάτην ἄκοντα ἐμμεῖναι τοῖς ἐγγεγραμμ(ένοις) [συ]μ̣φώνοις· ἐφʼ οἷς ἐρωτηθέν̣τ̣ες παρʼ ἀλλήλ[ων] καὶ ἀλλήλο(υ)ς ἐπερωτήσαντες ταύθʼ οὕτως ἔχειν δώσειν
[φυλάττειν ὡμολογ]ήσαμεν, ὑποθέμενο[ι] δὲ καὶ ἀλλήλοις εἰς ταῦτα πάντα τά τε νῦν ὄ̣ν̣[τα] ἡ̣μῖν καὶ ἐσ̣[ό]μενα πράγματ̣α, γεν̣ικῶς καὶ ἰδικῶς, ἐ̣[ν]εχύρο(υ) λόγῳ καὶ ὑ̣ποθήκ(ης) δικαίῳ καθάπερ ἐκ δίκης ⳨